# De sancta trinitate dialogi i-vii 581

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 581. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/581

με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ἦ οὐχὶ τοῦτό ἐστι τό «Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος;» Θείῳ γὰρ ὑπέζευκται τὰ πάντα ζυγῷ, καὶ τοῖς τῆς δουλείας ἐπήχθισται μέτροις. Περὶ δέ γε τῶν οἰκείων λόγων ὧδέ πή φησιν· «Ἀμὴν λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.» Συνίης οὖν ὅπως παθεῖν οὐκ ἀνέχονται τὴν ἀποστροφὴν οἱ δι' Υἱοῦ λόγοι, καθάπερ ἀμέλει καὶ οἱ τοῦ Πατρός; Β. Συνίημι. Α. Καὶ πρός γε τούτοις ἐρῶ, τὸ προνοεῖν δύνασθαι τῶν ὄντων, ὡς ἔξω χειρὸς ἀνεῖναι τῆς ἑαυτοῦ παντελῶς οὐδέν, οὐχ ἑτέρῳ τῳ μᾶλλον, μόνῳ δ' ἂν καὶ σφόδρα εἰκότως ὁρῷτο προσὸν τῷ τῶν ὅλων κρατοῦντι Θεῷ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ φάναι τε καὶ καταθρῆσαι δοκῶ; Β. Ἄριστά γε. Α. Ἰσογενῆ τοιγαροῦν τὴν τῶν ὅλων πρόνοιαν ποιουμένους εὑρήσομεν τόν τε Πατέρα καὶ τὸν Υἱόν. Β. Πῶς ἔφης; Α. Περὶ μὲν γὰρ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτὸς ἔφασκεν ὁ Υἱός· «Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται, καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς;» Ὁρῷτο δ' ἂν καὶ αὐτὸς τὴν οὕτω μακρὰν καὶ ἐπὶ πάντα διήκουσαν ἀπονέμων φειδὼ καὶ τοῖς τῶν ὄντων εὐτελεστάτοις καὶ ὧν ὁ λόγος οὐ πολύς. Ἐπειδὴ γὰρ τοὺς τῆς Ἰουδαίας ὅρους ἀφείς, εἰς τὴν τῶν Γεργεσηνῶν μετεφοίτησε γῆν, ἀπεσόβει μὲν ἀνθρώπων τὰ πονηρὰ δαιμόνια, τὰ δὲ τοῖς θείοις εἴκοντα νεύμασιν, ἔδρα μὲν ἀνάγκῃ τὸ κεκελευσμένον, χοίρων γε μὴν ἐζήτει τὴν ἐξουσίαν. Εἶτα ὁ πάντα ὑπὸ πόδας ἔχων ἀνίησιν ἑκὼν καί σφιν ἰέναι κελεύει· τὰ δὲ τοῖς ὕδασιν ἐνιέντα θερμῶς τὰς συῶν ἀγέλας ὁμιλαδὸν ἀποπνίγουσιν. Ἆρ' οὖν, εἰπέ μοι, τοῖς οὕτω βδελυρωτάτοις καὶ ἀκαθάρτοις πνεύμασι κατένευσε τὴν φιλοτιμίαν, καὶ διαπεραίνεσθαι τὸ δοκοῦν ἠφίει Χριστὸς τοῖς οὐδὲν ἐθέλουσιν ἀγαθόν; Καὶ μὴν ἀπίθανον κομιδῇ τὸ γοῦν τι τοιοῦτον ἡμᾶς ἐννοεῖν· ἀλλ' ἦν ἀναγκαῖον οὐ μεῖον ἢ ὁ Πατὴρ καὶ τὴν τῶν ὄντων πρόνοιαν ἀνῆφθαι τὸν Υἱόν, τοῦτό τε αὐτὸ δι' ἐνεργεστάτων ἡμῖν κατέδειξε πραγμάτων, ἵνα τὸ τῆς κατὰ πᾶν ὁτιοῦν ἰσότητος κάλλος λαμπρόν τε καὶ ἀκιβδήλευτον ἐπ' ἀμφοῖν διαφαίνοιτο. Β. Καὶ πῶς ἂν γένοιτο τοῦτο, φησί· ποῦ δὲ τὸ ἴσον ἐπ' ἀμφοῖν ὁρῷτο ἄν, ὑποταττομένου τε καὶ ὑφιζάνοντος τοῦ Υἱοῦ, περὶ οὗ φησιν ὁ θεσπέσιος Παῦλος· «

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
