# De sancta trinitate dialogi i-vii 584

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 584. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/584

εἰσδέχεται τὴν ὑποταγὴν καὶ γνώμης ποιεῖται τὸ χρῆμα καρπόν. Β. Πάνυ μὲν οὖν. Α. Κείσεται δὴ οὖν ἐν μόναις ἡμῖν ταῖς ἐθελουσίοις ῥοπαῖς ἡ ὑποταγὴ καὶ τὸ ἐναντίον, χαρακτηριεῖ δὲ οὐχὶ τῆς οὐσίας τὸν λόγον. Β. Εὖ λέγεις. Α. Τί δὲ δή, κἀκεῖνο πρὸς τούτῳ πῶς οὐκ ἄξιον ἰδεῖν; Β. Τὸ τί δὴ φής; Α. Ὁ ἱερὸς ἡμῖν γράφει Παῦλος περὶ Χριστοῦ· «Νυνὶ δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα.» Οὐκοῦν εἰ ὑποταγήσεται κατ' ἐκεῖνο καιροῦ τῷ Πατρὶ ἡνίκα ἂν αὐτῷ τὰ πάντα ὑποταγῇ, καιρὸς ἔσται τις, ὡς ἔοικεν, ὁ τῷ πράγματι πρέπων. Ἀνυπότακτος δὲ τέως εἴς γε τὸ παρὸν ὁ Υἱός, ἐνεστηκότος οὔπω τοῦ καιροῦ, καθ' ὃν καὶ αὐτὸς ὑποταγήσεται. Β. Σύμφημι· σαφὴς γὰρ ὁ λόγος. Α. Εἰ δὲ δή τις οἴοιτο νυνὶ μὲν αὐτὸν οὐχ ὑποτετάχθαι λέγειν τῷ Θεῷ καὶ Πατρί, πείσεσθαι δὲ τοῦτο κατὰ καιρούς, καὶ καθοριεῖ τῆς οὐσίας αὐτοῦ τὸ ἄνισον διὰ τὴν ὑποταγήν, ἀναφανδόν, ὡς ἔοικεν, ἐκεῖνό φησιν, ὡς ἔσται ποτέ, κατὰ τὸ εἰκός, ἀνόμοιος ἑαυτῷ κατὰ φύσιν ὁ Υἱός, καὶ μεταβολὴν εἰσδέξεται τὴν ἐφ' ἕτερόν τι παρ' ὃ νῦν ἐστι καὶ εἶναι πεπίστευται. Εἰ γάρ, ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε τοῖς δι' ἐναντίας, τοῖς τῆς οὐσίας συντετάξεται λόγοις ἡ ὑποταγή, φορέσει που πάντως οὐσίας δύναμιν καὶ τὸ ἐναντίον, τουτέστιν ἡ ἀνυποταξία. Καὶ εἰ φαμὲν ὅτι νῦν ἐστιν ἀνυπότακτος καὶ τοῦτο φύσις αὐτῷ, μεταχωρήσει που πάντως, εἰ ὑποτάττοιτο τῷ Πατρί, πρὸς ἑτέραν τινὰ καὶ ὁλοκλήρως διῳκισμένην, εἴς γε τὸ ἐναντίως ἔχουσαν, φύσιν. Οὐκοῦν ἐν παρατροπαῖς ἡμῖν γέγονεν ὁ Υἱὸς καὶ ἀναλλοίωτος μὲν οὐκέτι; διαψεύσεται δὲ καὶ ὁ θεσπέσιος Δαβίδ, γέρας ἀνάπτων αὐτῷ τὸ περίοπτον, τὸ ἐρηρεῖσθαί φημι καὶ ὡσαύτως ἔχειν. «Οἱ οὐρανοὶ γάρ, ἔφασκεν, ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Διημάρτηκε δὲ τἀληθοῦς καὶ ὁ Παῦλος γράφων· «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.» Ποῦ γὰρ ἔτι μεμένηκεν ὁ αὐτὸς εἰ μετατρέποιτο κατ' οὐσίαν; Β. Ἀληθές. Α. Ἀποκρινάσθων δὴ οὖν οἱ πάγκαλοι σοφισταί, τίς δὴ ἄρα καὶ ποδαπὸς ὁ τῆς ἀλλοιώσεως ἔσται τρόπος. Εἰ μὲν οὖν ἐπὶ τὸ αἴσχιον, διά γε τὸ ὑποτάττεσθαι δεῖν, ὀνήσειεν ἂν εἰς δόξαν οὐδὲν τὸν ἁπάντων Σωτῆρα καὶ Λυτρωτὴν ὁ τῆς ἐσομένης αὐτοῦ βασιλείας καιρός, τουτέστιν ὁ ἐν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
