# De sancta trinitate dialogi i-vii 590

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 590. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/590

τὸν Υἱόν, συμπαρεζευγμένης ἀναγκαίως τῷ ἡγιάσθαι λέγειν καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς; Ὧδε γὰρ ἔφη Χριστός· «Ὃν ὁ Πατὴρ ἡγίασε, καὶ ἀπέστειλεν εἰς τὸν κόσμον.» Τὸ γὰρ ἐκ τῆς ἀμφοῖν συνδρομῆς οὐκ ἀσυντελές, οἶμαί που, πρὸς ὀρθότητα λογισμῶν, εὖ μάλα διαγινώσκεται. Ἀποστέλλων γὰρ ὁ Πατὴρ τὸν Υἱὸν ἁγιάσαι λέγεται, καὶ οὐχὶ πρὸ τῆς ἀποστολῆς. Β. Ἡγιάσθαι φασὶν αὐτὸν παρὰ τοῦ Πατρός. Α. Ἁγιάσαι δ' ἂν ἑτέρως ὁ Πατὴρ πλὴν ὅτι διὰ τοῦ ἁγίου Πνεύματος; Β. Ναί, διὰ τοῦ ἁγίου Πνεύματος, ἀλλὰ τί μήν; Α. Ἄθρει δὴ οὖν, ὦ ἑταῖρε, πρὸς ὅσην αὐτοῖς ὁ λόγος τὴν ἀτοπίαν ἐκρεῖ. Εἰ μὲν γὰρ πρὸ τῆς σαρκώσεως καὶ τῆς εἰς τόνδε τὸν κόσμον ἀποστολῆς ἐν μεθέξει Πνεύματος ἦν ὁ Λόγος, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν ὑπειλημμένον, τί πάλιν αὐτὸ καὶ μετὰ σαρκὸς ἐδέχετο; Περιττὸν τὸ χρῆμα καὶ εἰκαιόβουλον. Ἀλλ' οὐκ ἄν, οἶμαι, τὶς νοῦν ἔχων τό γε ἐν τούτοις ἁλῶναί ποτε τὴν ἀπόρρητον τοῦ Θεοῦ λογιεῖται φύσιν. Οὐ γὰρ ἂν ἁμάρτοι τοῦ πρέποντος καὶ τὸ ἀμωμήτως ἔχον, οὐκ ἐν παρατάσει μακρᾷ διασκέψεών τε καὶ ἐννοιῶν, ἀλλ' ἐκ πρώτων εὐθὺς ὁρᾷ κινημάτων τῆς ἐνούσης αὐτῇ βουλῆς καὶ σοφίας. Εἰ δέ, ἐπεί τοι πέφηνε καθ' ἡμᾶς καὶ ἀπεστάλη μετὰ σαρκὸς ἐν τῷδε τῷ κόσμῳ, τὸ Πνεῦμα πλουτεῖ, καινὴν δὲ ὥσπερ τινὰ τὴν ἐπὶ τῷδε λαμπρὰν ἀποκεκέρδακε χάριν, ποῦ κεκένωκεν ἑαυτόν, ἀφῖκται δὲ ὅπως εἰς ὑποβιβασμὸν καὶ ταπείνωσιν, γεγονὼς ἐν ἀμείνοσιν, εἰ μὴ ἄρα, φασί, καὶ τῶν εἰς λῆξιν ἡκόντων ἀφειδήσαντες κακῶν, ὡς ἦν ἐν αἰσχίοσι, τὸ Πνεῦμα λαβών, καὶ τὸ ἁγιάζειν πεφυκὸς κατωθεῖ πρὸς τὸ χεῖρον τοὺς ἐν οἷς ἂν γένοιτο; Β. Ἀλλὰ τοῦτο μὲν οὐκ ἐννοήσουσι κατά γε τὸ εἰκός· ὅτι δὲ ἡγιάσθαι φασὶ καταπτάντος ἐπ' αὐτὸν τοῦ Πνεύματος ἐν εἴδει περιστερᾶς. Α. Εἶτα τίς ὁ τοῦτο εἰπών, ἐποπτεύσας τε ἅμα τὴν ἐξ οὐρανῶν τοῦ Πνεύματος ἐπ' αὐτὸν καταφοίτησιν; Β. Ἰωάννης ὁ Βαπτιστὴς μεμαρτύρηκε λέγων ὅτι «Τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ ὡσεὶ περιστεράν, καὶ ἔμεινεν ἐπ' αὐτόν.» Α. Οὐκοῦν, ἀναμέτρει τὸν τοῦ ἡγιάσθαι χρόνον. Οὐ γάρ τοι πρὸ τῆς ἐπιδημίας ἡγιάζετο Θεὸς ὢν ὁ Λόγος, ἀλλ' ὅτε γέγονε καθ' ἡμᾶς, οἷς οὐ φύσεως καρπὸς ἰδίας, ἀλλ' ἔξωθέν τε καὶ ἐπακτὸς ὁ ἁγιασμός. Ἢ οὐκ οἶσθα ὅτι πεπλούτηκε μὲν ἐν ἀρχαῖς ἡ ἀνθρώπου φύσις τὸ καὶ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
