# De sancta trinitate dialogi i-vii 593

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 593. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/593

Οὐ γὰρ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. Ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν.» Ἢ οὐκ ἀποχρῶν ὁ λόγος εἰς πληροφορίαν τοῖς σοφοῖς, ὡς ἴδιον μέν φησι τὸν Παράκλητον; Πνεῦμα γὰρ ἀληθείας ὠνόμασεν αὐτόν, οὐχ ἑτέρα δὲ παρ' αὐτὸν ἡ ἀλήθεια. Προστιθεὶς δὲ «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν οὐσιώδη καὶ φυσικὴν οἰκειότητα δέδειχεν ἐναργῶς, καθ' ἣν ἕν ἐστι πρὸς αὐτὸν τὸ Πνεῦμα αὐτοῦ. Οὐ γάρ τοι μεταληπτῶς σοφὸν ἔσεσθαι παρ' αὐτοῦ τὸ Πνεῦμά φησιν, οὔτε μὴν ἐν τάξει τῇ ὑπουργικῇ τοὺς παρ' Υἱοῦ λόγους τοῖς ἁγίοις διακομίσειν. Ἀλλ' ὥσπερ ἂν εἴ τι τῶν εὐοσμοτάτων ἀνθέων περὶ τῆς ἐξ ἑαυτοῦ διασκιδναμένης ὀσμῆς καὶ ταῖς τῶν περιεστώτων αἰσθέσεσιν ἐμπιπτούσης λέγοι ὅτι «Ἐκ τοῦ ἐμοῦ λήψεται,» τὴν φυσικὴν οἰκειότητα κατασημήνειεν ἄν, καὶ οὔτι που τὸ ὡς ἐν μεθέξει διῃρημένως, ὧδέ πη νοήσεις καὶ ἐφ' Υἱοῦ καὶ Πνεύματος. Πνεῦμα γὰρ σοφίας καὶ δυνάμεως ὄν, σοφία πάντως καὶ δύναμίς ἐστιν, ὅλην ἐξ ὅλου τὴν τοῦ προϊέντος ἐνέργειαν ἀποσῷζον ἐν ἑαυτῷ, καὶ ὡς ἐν ἰδίᾳ φύσει καταδεικνύον εὖ μάλα τὴν οὗπέρ ἐστιν. Ἐπειδὴ δὲ τὸ Ἐκ τοῦ ἐμοῦ λήψεται, φησί, προστέθεικεν ἀναγκαίως ὅτι «Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει.» Ὥσπερ γὰρ ἅγιόν ἐστι κατὰ φύσιν, ἐπείπερ ἐστὶν ἁγίου Πνεῦμα Πατρός, οὕτω καὶ σοφόν, ἐπεί τοι σοφίας Πνεῦμά ἐστι· σοφία δὲ ὁ Υἱός· καὶ οὔτι πού φαμεν ὡς κατὰ σχέσιν τινὰ καὶ μέθεξιν ἅγιον καὶ σοφὸν τὸ Πνεῦμά ἐστιν, οὐσιωδῶς δὲ μᾶλλον καὶ οἱονεί τις ποιότης φυσικὴ τῆς ἁγίας τε καὶ σοφῆς θεότητος, τῆς ὡς ἐν Πατρὶ καὶ Υἱῷ νοουμένης, καὶ αὐτῷ τῷ Πνεύματι. Ὅτι δὲ τὸ τοῦ Πατρὸς Πνεῦμα Πνεῦμά ἐστι τοῦ Υἱοῦ, αὐτός σε δι' ἑαυτοῦ μυσταγωγήσει λέγων· «Ὅταν δὲ ἔλθῃ ὁ Παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ.» Συνίης οὖν ὅπως ὡς ἴδιον ἐπαγγέλλεται καταπέμψειν ἡμῖν τὸ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα μὲν ἀληθείας ἀποκαλεῖ, προχεῖσθαί γε μὴν ἐξ αὐτοῦ διωρίσατο τοῦ Πατρός, καὶ μὴν ὅτι καὶ μαρτυρήσει περὶ αὐτοῦ προμεμήνυκε; Β. Καὶ τίς ἂν νοοῖτο τῆς μαρτυρίας ὁ τρόπος; Α. Ἐπειδὴ γὰρ ἐνήργηκε τὰ Θεοῦ διὰ χειρὸς ἁγίων

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
