# De sancta trinitate dialogi i-vii 598

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 598. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/598

ἐπέκεινα πασῶν οὐσίας ἐπὶ τὴν κτίσιν, οὐκ ἀπίθανον δέ, οἶμαι, τὸ καὶ ἡμᾶς αὐτοὺς ἁγιάζειν δύνασθαι κατατολμᾶν εἰπεῖν καθ' ὁμοιότητα τὴν Υἱοῦ. Β. Πῶς τοῦτο ἔφης; Α. Εἰ γὰρ γενητὸς ὑπάρχων αὐτὸς τὰ τῆς τοσοῦτον ἀνῳκισμένης οὐσίας ἴδια ποιεῖται πλεονεκτήματα, τί τὸ ἐμποδὼν εἰς τὸ καὶ ἡμᾶς αὐτοὺς τὰ αὐτοῦ δύνασθαι πληροῦν, ἅτε δὴ καὶ ἀγχοῦ καὶ οὔτι που διεστηκότας τῆς πρὸς αὐτὸν οἰκειότητος, εἴπερ ἐστί τις παντὶ γενητῷ πρὸς γενητὸν συγγένειά τε καὶ σχέσις, κατ' αὐτὸ δὴ τοῦτο τὸ γεγενῆσθαί φημι; Β. Οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. Α. Εἴη δ' ἂν καὶ ἑτέρως δυσσεβές τε ἅμα καὶ ἀμαθὲς τὸ ἡγιάσθαι πιστεύειν αὐτόν. Β. Τίνα τρόπον; Α. Τὸ ἁγιαζόμενον ἆρ' οὐχὶ τῷ ὑπερκειμένῳ καὶ ἀμείνονι τῆς ἰδίας φύσεως ἁγιάζεται; Οὐ γάρ που τῷ γε αἰσχίονι φαῖεν ἄν, ὥσπερ οὖν ἐγᾦμαι, εἴπερ εἴς τι τῶν τελούντων εἰς ὄνησιν ἀναβιβάζει τὸ ἁγιάζεσθαι. Β. Ἄριστα ἔφης. Α. Οὐκοῦν, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἡγίασται κατ' ἐκείνους διὰ τοῦ Πνεύματος ὁ Υἱός, ὡς ἀμείνονι πάντως που κατεχρίετο, καὶ τὴν φύσιν ἔχοντι παρ' αὐτὸν ἑτέραν. Μετάσχοι γὰρ ἂν ἑαυτοῦ τῶν ὄντων οὐδέν, ἀλλ' ἕτερον ἐν ἑτέρῳ μετεχόμενον, κατά γε τὸν τοῦ πως εἶναι λόγον. Β. Ἕψεται καὶ τοῦτο. Α. Εἶτα πῶς ἡμῖν ὁ Υἱὸς διὰ τοῦ Πνεύματος ἐναυλίζεται; Πῶς δὲ τὸ ἄμεινον κατὰ φύσιν τὴν τοῦ χείρονος ἡμῖν ἐμποιήσει μέθεξιν δι' ἑαυτοῦ; Καὶ εἰ θείας φύσεως ἀποτελούμεθα κοινωνοί, τὸ Πνεῦμα δεχόμενοι, πῶς ἐν δευτέροις τοῦ Πνεύματος ὁ Υἱός; Ἢ πῶς ἄμεινον αὐτοῦ, καὶ οὐχὶ δὴ μᾶλλον ὡς αὐτός τε καὶ παρ' αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, ὅλην ἔχον αὐτοῦ τὴν ἐνέργειαν καὶ τὴν αὐτοῦ μέθεξιν ἐμποιοῦν; Καὶ γοῦν ἔφασκεν ὁ Υἱός· «Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς, ἔρχομαι πρὸς ὑμᾶς.» Ἐπειδὴ δὲ ἀναβέβηκε πρὸς τὸν Πατέρα μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐν ἡμῖν ἐστι διὰ τοῦ Πνεύματος. Ἴδιον γὰρ αὐτοῦ καὶ οὐ θύραθεν εἰσκεκριμένον τὸ Πνεῦμα αὐτοῦ, καθάπερ ἀμέλει τοῦ ἀνθρώπου τὸ ἀνθρώπινον. Ἐπειδὴ δὲ τὸ ἀμετρήτως διεστηκὸς τῆς θείας αὐτοῦ καὶ ὑπερτάτης οὐσίας ἴδιον ἐποιήσατο, φημὶ δὲ τὴν σάρκα, τότε δὴ τότε καὶ ἡγιάσθαι λέγεται, σοφῶς τε καὶ πρεπωδέστερον ἐπὶ τὸ ἀνθρώπινον τοῦ ἡγιάσθαι διᾴττοντος· τήν γε μὴν τοῦ ἡγιάσθαι πλήρωσιν, ἤτοι τὴν ἐνέργειαν, ὡς ἐν προσώπῳ Πατρὸς τῇ τῆς θεότητος ἀνετίθει φύσει, μόνῃ γὰρ αὐτῇ τὸ ἁγιάζειν οἰκεῖον. Β. Σύμφημι. Τὸ γάρ τοι μακροὺς ἀντεξάγειν λόγους, ὀρθῶς λέγοντί σοι, περιττόν, μᾶλλον δὲ ἥκιστα σοφόν.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
