# De sancta trinitate dialogi i-vii 601

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 601. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/601

Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.» Ἀπέθανε μὲν γὰρ ἐν ἀνθρώπου τάξει κατὰ τὴν σάρκα, καίτοι ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός. Ἀνεβίω δὲ αὖ ἀρρήτῳ δυνάμει καὶ ἀφράστοις ἐνεργείαις χρώμενος, καίτοι καθ' ἡμᾶς ὑπάρχων, κατά γε, φημί, τὸ ἀνθρώπινον. Οὐκοῦν, δοξάζεται μὲν παρὰ τοῦ Πατρός, οὐχ ὡς δόξης ὑπάρχων ἐπιδεὴς ὅταν ἔξω νοῆται σαρκὸς καὶ Θεὸς ἐκ Θεοῦ πιστεύηται, ἀλλ' ἐπείπερ ἦν ἄνθρωπος, ὃς ἰδίας φύσεως καρπὸν οὐκ ἔχων τὸ ἐνεργεῖν δύνασθαι τὰ θεοπρεπῆ, δέχεταί πως αὐτὸ καθ' ἕνωσιν καὶ τὴν ἀπόρρητον συνδρομήν, ἥπερ ἂν νοοῖτο τοῦ Λόγου πρὸς τὸ ἀνθρώπινον. Δοξάζει δὲ καὶ αὐτὸς τὸν Πατέρα. Πατὴρ γὰρ Θεοῦ γνωρίζεται τοῦ πάντα ἰσχύοντος, καίτοι πεφηνότος ἐν σαρκὶ καὶ μετὰ γηΐνου σώματος συνδιαιτωμένου τοῖς κατὰ κόσμον. Διὰ τοῦτό φησιν· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι, ἵνα ποιήσω αὐτό.» Προτεθύμησαι μὲν γάρ, ὦ Πάτερ, φησί, τὸ θρασὺ καὶ δυσάντητον τοῦ θανάτου καταργῆσαι κράτος· ἀλλ' ἦν τοῦτο δρᾶν καὶ κατισχῦσαι πληροῦν οὐχ αἵματος καὶ σαρκός, ἀλλὰ τῆς σῆς θείας καὶ ζωοποιοῦ καὶ ἀκινήτου φύσεως, ἧς ἐπείπερ ἐξέφυν ἐγώ, κατώρθωκα τὸ δοκοῦν, ἀτονήσας πρὸς οὐδὲν διὰ τὸ ἀνθρώπινον τῶν τελούντων εἰς ἰσουργίαν, ἀλλά, καίπερ ὢν ἐν σαρκὶ καὶ αἵματι, τὸ γοῦν ὅτι τῆς σῆς ἐξέφυν οὐσίας ἐξ ἰσομοιρούσης ἰσχύος πεπιστευμένος. Δόξασον δὴ οὖν με καὶ σύ, τὸν ὡς ἄνθρωπον ἀδοξήσαντα, συννεύσας ἐμοὶ τῇ σῇ δυνάμει καὶ ἐνεργείᾳ ζωοποιῷ, καὶ θανάτου κρείττονα τὸν ἀπορρήτως ἑνωθέντα μοι καταδεῖξαι ναόν. Ὅτι δὲ οὐκ ἀσυνήθους καὶ τῆς οὐ πάλαι μετούσης αὐτῷ τιμῆς τε καὶ δόξης ἀξιοῦσθαι ζητεῖ, δῆλον ἂν εἴη δήπουθεν. Ἔφη γὰρ ὅτι «Καὶ νῦν δόξασόν με, Πάτερ, τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ὁ γὰρ ἀεί τε καὶ ἐν ἀρχῇ τῆς δόξης Κύριος, ἀδοξήσας διὰ μέσου διὰ τοῦ καθικέσθαι πρὸς τὰ ἀνθρώπινα, πρὸς τὴν ἄνωθεν αὐτῷ καὶ φυσικῶς ἐνυπάρχουσαν δόξαν ὑπονοστεῖ, τοὺς τῇ κενώσει πρέποντας λόγους μετὰ τοῦ παθεῖν αὐτὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ δωρούμενος. Οὐκοῦν ἀναγκαῖον ὅτι μάλιστα τῶν ἄλλων τὸ εἰδέναι καιροὺς καθ' οὓς ἦν ἔτι τά τε τῆς σαρκὸς καὶ τὰ τῆς ἀδοξίας χρήσιμα καὶ τοὺς ἄνωθεν ἔτι τῆς ἐπιδημίας, καθ' οὓς τῆς δόξης Κύριος ὤν, δόξαν οὐ λαβών, ἀλλ' ἔχων ἰδίαν ὡς Θεὸς εὑρίσκηται.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
