# De sancta trinitate dialogi i-vii 602

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 602. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/602

Β. Πῶς οὖν δέχεταί τινας τῶν ἀπὸ τοῦ κόσμου παρὰ τοῦ Πατρός, περὶ ὧν καί φησι πρὸς αὐτόν· «Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ ἦσαν καὶ ἐμοὶ αὐτοὺς δέδωκας;» Α. Οὐκοῦν ἐρῶ δή τι πάλιν, ταῖς τῶν ἐννοιῶν ἀτοπίαις εἰς τὸ ἐν ἀρχαῖς συνωθούμενος. Μάτην, ὡς ἔοικεν, κεκενῶσθαι λέγεται, καὶ εἰ γέγονε καθ' ἡμᾶς, ὁ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς Υἱὸς μονογενής. Εἰ γὰρ εἰσποίητον ἔχει τὸ χρῆναι κρατεῖν, καὶ δέχεταί τινας παρὰ τοῦ Πατρὸς οὓς οὐ πρὶν ἔχων ὁρᾶται, κεκαινούργηταί τι κατὰ τὸ εἰκὸς ἐφ' Υἱῷ καὶ ταῖς ἐντεῦθεν εὐκλείαις κατακαλλύνεται, ξεναγεῖ δὲ ὥσπερ ἡ χάρις αὐτὸν ἐπὶ τὸ ἄμεινον καὶ ὑπερτεροῦν ἢ πρότερον ἦν. Εἶτα ὅποι ποτὲ ἡμῖν ὁ τῆς ὑφέσεως οἰχήσεται λόγος, ἢ ὅποι κεκενωμένον καταθρήσαι τις ἄν, εἴπερ ὅλως τι καὶ τῶν οὐ πάλαι προσπεφυκότων ἁλοίη πεπλουτηκώς, καὶ οἷά τινα τῆς ἐνανθρωπήσεως μισθὸν καὶ ἀντέκτισιν τὴν κατά τινων ἐξουσίαν ἀποκερδαίνων; Β. Ὧδε ἔχει. Α. Ψευδηγορήσει δὲ κατὰ τὸ εἰκὸς καὶ ὁ σοφὸς Ἰωάννης εἰ λέγοι περὶ αὐτοῦ· «Εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.» Πῶς γὰρ ἴδιον αὐτοῦ τὸ μόλις καὶ ἐν ἐσχάτοις καὶ παρ' ἑτέρου δοτόν; Καίτοι μυρίοι μὲν ὅσοι καὶ ἀναρίθμητοι παντελῶς δεδαπάνηνται χρόνοι καθ' οὓς ὁ Υἱὸς συναΐδιος ἦν τῷ Θεῷ καὶ Πατρί. Εἰ δέ, ἐπείπερ γέγονεν ἄνθρωπος, δέχεται τοὺς ἀπὸ τοῦ κόσμου, καὶ σκήπτρου καινότητα προσειληφὼς ὁρᾶται ταυτηνί, φαίην ἂν ἤδη λοιπόν, καταδείσας οὐδέν, ὡς ἀμείνων ἡ ἐνανθρώπησις τῷ Θεῷ Λόγῳ καταστάσεως ἦν τῆς ἐν ἀρχαῖς, καὶ εἰ νοοῖτο πλουτῶν τὸ ἐν ἰσότητι τοῦ Πατρός. Ἀναβιβάζει γάρ, ὡς ὁρᾷς, ἐπὶ τὸ ὑπερτεροῦν καὶ ἀσυγκρίτως ἄμεινον ἐν δόξῃ. Ἑαυτῷ τοιγαροῦν κατώρθωκεν ὁ Υἱὸς τὴν μετὰ σαρκὸς οἰκονομίαν, καὶ τὸν τῆς ἐνανθρωπήσεως τρόπον ταῖς ἰδίαις ἐχαρίζετο δόξαις. Πῶς οὖν ἔτι δι' ἡμᾶς ἐνανθρωπῆσαι λέγεται ἢ πῶς ἀντίλυτρον τῆς ἁπάντων γέγονε ζωῆς, εἰ τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς τὴν οὕτως ἀήθη καὶ οὐ πάλαι βατὴν ἐξεπρίατο δόξαν; Β. Ἄριστα μὲν ἔφης, ἀνασκιρτᾷ δὲ ἡμῖν εἰς τὸ θρασύ τε καὶ ἀπηχὲς ὁ λόγος. Α. Οὐκοῦν ἐρρίφθω καὶ παρ' αὐτῶν τὸ οὕτω πικρὸν καὶ κακόηθες εἰς λόγους· Ἢ οὐ δύσοιστον εἶναί σοι τὸ χρῆμα δοκεῖ καὶ κατωθοῦν ἀναγκαίως εἰς ἀνεθελήτους ἰσχνομυθίας; Μεθέντες γὰρ δὴ τὸ ἀνάπτειν χρόνοις τοῖς καθήκουσι τὰς

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
