# De sancta trinitate dialogi i-vii 606

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 606. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/606

τὸ ἐν ὑφέσει καὶ κάτω, τουτέστιν ἡμεῖς, ἀναθρῴσκειν ὑψοῦ δι' αὐτὸν ἰσχύσωμεν. Οὐ γάρτοι τὸ χεῖρον ἐκβιάσεταί ποτε τὸ ὑπερτεροῦν, ἕψεται δὲ μᾶλλον τῷ νικῶντι καὶ προὔχοντι τὸ ἀσυγκρίτως ἡττώμενον. Ἀμαθὲς οὖν λίαν τὸ οἴεσθαι δεῖν αὐτὸν ἐκβεβιάσθαι τοῖς καθ' ἡμᾶς, ὡς σὺν ἡμῖν δι' ἡμᾶς ἀπομεῖναι κάτω· σοφὸν δὲ καὶ ἀληθὲς τὸ διανοεῖσθαι καὶ λέγειν πρὸς τὸ θεῖον αὐτοῦ καὶ ἀπόρρητον κάλλος ἀναφοιτῆσαι τὸ ταπεινόν, τῇ ὑπερτάτῃ δόξῃ νικώμενον. Ὅνπερ γὰρ τρόπον παθεῖν μὲν αὐτῷ συνέβη τὸν κατὰ σάρκα θάνατον διὰ τὴν τῷ θανάτῳ κάτοχον σάρκα, ζωὴ δὲ ὢν κατὰ φύσιν, ἀνεκόμισε πρὸς τὸ οἰκεῖον αὐτήν, οὐδὲν εἰς ἰδίαν ὑπομείνας φύσιν, κατασείσας δὲ μᾶλλον τοῦ θανάτου τὸ κράτος, οὕτω φαμὲν ὅτι παθεῖν μὲν αὐτῷ τὴν δουλείαν συμβέβηκεν οἰκονομικῶς. Ἐπειδὴ δὲ κατὰ φύσιν ἐστὶ Θεὸς καὶ Κύριος, παραχωρεῖ τὸ λυποῦν καὶ ταῖς τῆς δόξης ὑπερβολαῖς ἡττώμενον τὸ ἐκ τῆς δουλείας κατηφάνισται δυσκλεές. Οὐκοῦν, εἰ μεμένηκεν ἐν νεκροῖς, κατά γε, φημί, τὴν σάρκα, μένει καὶ ἐν δούλοις. Εἰ δὲ ἀνέθορέ τε καὶ ἀνέβη πρὸς τὸ ἐν ἀρχαῖς, φημὶ δὴ τὸ ζῇν, οἰκονομικῶς τῷ θανάτῳ τὸ δόξαι νικᾶν ἐπιδούς, ἀνοιχήσεται δηλονότι καὶ πρὸς τὸ ἕτερον, τουτέστι τὸ ἐν κυριότητι φυσικῇ διαφανές, τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τὸ ἐν καιρῷ δοὺς ἰσχῦσαι βραχύ, κατά γε τῆς δουλείας τὸν τρόπον. Ταύτῃτοι καὶ ἰσοκλεὴς καὶ ὁμόθρονος ὢν ὡς Υἱὸς Πατρὶ καὶ Θεὸς Θεῷ, μονονουχὶ καὶ εἰς ἀρχὰς τῆς οὕτω περιφανοῦς καὶ ὑπερκοσμίου δόξης ἀναβιβάζεσθαι δοκεῖ, φάσκοντος πρὸς αὐτὸν τοῦ Θεοῦ καὶ Πατρός· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ὃ γὰρ ἂν ὑποστορέσει ἐν ἑαυτῇ κατευνάζουσα πρὸς τὸ εὐπειθὲς ἡ θεία τε καὶ ἀπόρρητος φύσις, τουτὶ δὴ πάντως τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποφέρεται ποσίν, οὐκ ἀνθρωπίνως ἐνηργηκότος, οὐδὲ ἐπείτοι γέγονε σὰρξ διὰ τοῦτο κρατεῖν τῶν ἠπειθηκότων ἰσχύοντος, ἀλλ' ὅτι τῆς ἀνθρωπότητος τὸ σμικροπρεπὲς εἰς τὸ τῆς ἀνωτάτω καὶ ὑπερτάτης φύσεως ἀναθεὶς ἀξίωμα, καὶ τοῖς τῆς θεότητος θώκοις ἐνιδρύσας ἑαυτόν, καὶ μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος κατακυριεύσει τῶν ὅλων οὐ δίχα Πατρός. Ὃ γὰρ ἂν δρῷτο παρὰ Πατρός, τοῦτο δὴ πάντως ἐστὶν ἐνέργημα τοῦ Υἱοῦ· καὶ ὅπερ ἂν λέγοιτο διαπεραίνεσθαι δι' Υἱοῦ, τοῦτο δὴ πάντως ἐστὶ κατόρθωμα τοῦ Πατρός. Πάντα γὰρ δι' ἀμφοῖν ἐν ἴσῳ, ἐνεργοῦντος μὲν τοῦ Πατρός, ἔχοντος δὲ δι' Υἱοῦ καὶ σὺν αὐτῷ ἐν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
