# De sancta trinitate dialogi i-vii 614

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 614. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/614

πίστεως, τεθριαμβευμένων δὲ τῶν ἀρχῶν καὶ τῶν σὺν αὐταῖς ἐξουσιῶν διὰ τοῦ τιμίου σταυροῦ, κατασεισθέντος δὲ καὶ θανάτου διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ. Δυνάμει τοιγαροῦν τῇ ἰδίᾳ, τουτέστι τῷ Υἱῷ, ταυτὶ δὴ σύμπαντα κατορθοῦν ἐφιεὶς ὁ Πατήρ, ἀνεκεφαλαιοῦτο τὴν οἰκουμένην καὶ ἀνεκόμιζεν εἰς τὸ ἐν ἀρχῇ δραπέτην ὄντα τὸν ἄνθρωπον. Τοιγάρτοι καὶ ἔφασκε πρὸς αὐτὸν ὁ Υἱός· «Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς, τὸ ἔργον ἐτελείωσα ὃ δέδωκάς μοι ἵνα ποιήσω.» Β. Ἄριστα ἔφης. Α. Ἄθρει δὴ οὖν, ὡς ἔν γε τῷ παρόντι καιρῷ τυραννούσης μὲν ἔτι τῆς φθορᾶς, οὔπω δὲ εἰσάπαν τῆς ἁμαρτίας ἐξῃρημένης, βασιλεύοντος δὲ τῶν ἀπίστων ἔτι τοῦ πονηροῦ καὶ ἀπατεῶνος δράκοντος, διανενέμηταί πως τὸ τοῦ Θεοῦ κράτος, ἐπαμφοτερίζει δὲ ὥσπερ, ἀποσειομένων ἔτι τὸν ζυγὸν τῶν οὔπω κατεγνωκότων τῆς τῶν δαιμονίων ἀπάτης καὶ τῆς ἀνοσίου ταυτησὶ καὶ γεωδεστέρας ζωῆς· ἀναδεικνυμένου δὲ τοῦ καιροῦ καθ' ὃν ἀτονήσει θάνατος καὶ τὸ τῆς ἁμαρτίας διαπεσεῖται κράτος, καταφθαρήσεται δὲ εἰσάπαν καὶ ἡ τοῦ διαβόλου πλεονεξία, παρίστησιν ὥσπερ εἰλικρινῆ τὴν ἀρχὴν καὶ τοῦ χείρονος ἀμιγῆ παραδίδωσι τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν ὁ Υἱός. Μόνος γὰρ ἡμῶν κατάρξει δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ. Τὴν τοίνυν ἐκπλήρωσιν τῆς οἰκονομίας καὶ τὴν τοῦ παντὸς μυστηρίου κατόρθωσιν τῷ τῆς παραδόσεως ὀνόματι κατεσήμηνεν ὁ πνευματοφόρος. Οἱονεὶ γάρ πως ὑφ' ἑτέρων ἐχομένην τὴν τοῦ Θεοῦ βασιλείαν καὶ τῶν μεταξὺ παρεισδεδυκότων ἐκσπάσας, προσαγήοχέ τε καὶ παρέδωκεν ὁ Υἱὸς τῷ Πατρί, οὐκ ἔξω τοῦ βασιλεύειν ὑπάρχων αὐτός· συγκατάρξει γὰρ πάντως τῷ ἰδίῳ Γεννήτορι, οὗ καὶ δύναμις ὢν ζῶσά τε καὶ ἐνυπόστατος, ταυτὶ δὴ πάντα ἐνηργηκὼς νοοῖτ' ἂν εἰκότως. Ὅτι δὲ ἀκατάληκτος ἡ Χριστοῦ βασιλεία, καὶ εἰ λέγοιτο λαβεῖν κατὰ τὸ ἀνθρώπινον, εἰδείη τις ἂν καὶ ἐξ ὧν ὁ θεῖος ἡμῖν γέγραφε Δανιήλ, ἐν ἀνθρωπείᾳ μορφῇ καὶ σχήματι θεωρῶν ἤδη πως τὸν Μονογενῆ. Ἔφη δὲ οὕτως· «Καὶ ἐν ταῖς ἡμέραις τῶν βασιλέων ἐκείνων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἥτις εἰς τοὺς αἰῶνας οὐ διαφθαρήσεται, καὶ ἡ βασιλεία αὐτοῦ λαῷ ἑτέρῳ οὐχ ὑπολειφθήσεται. Λεπτυνεῖ καὶ λικμήσει πάσας τὰς βασιλείας καὶ αὕτη ἀναστήσεται εἰς τοὺς αἰῶνας.» Καὶ πάλιν· «Ἐθεώρουν, φησίν, ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡσεὶ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
