# De sancta trinitate dialogi i-vii 615

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 615. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/615

καὶ ἐνώπιον αὐτοῦ προσηνέχθη, καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία· καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν. Ἡ ἐξουσία αὐτοῦ, ἐξουσία αἰώνιος, ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται.» Β. Σαφὴς καὶ ἀπαραλόγιστος τῶν εἰρημένων ἡ πίστις. Ἀλλ' ἱδρῶτα μέν, ὦ γενναῖε, τὸν ἐπὶ τῷδε μέθες· εἴη γὰρ ἂν οὐκ ἀσυμφανὲς ὡς ἐν ἀκλονήτῳ διαμονῇ κείσεται, τό γε ἧκον εἰς βασιλείαν τε καὶ δόξαν ἰδίαν, ὁ Μονογενής, ἕξει τε ὡσαύτως ἀεὶ τὴν ἐπὶ θάτερα παρατροπὴν διωθούμενος· πάθοι γὰρ ἂν ἥκιστά γε τὸ πεφυκὸς ἀνιᾶν, τὴν ὑψοῦ τε καὶ ἀνωτάτω καὶ τὴν ἐπέκεινα τοῦ παθεῖν ἀποτεμόμενος φύσιν. Ἐπειδὴ δὲ κατακερτομεῖ τις ἡμᾶς πρὸς οἷς ἔφην ἕτερος τῶν διεστραμμένων, ἀσύνετος μέν, ὡς ἔοικε, πλὴν οὐκ ἄτραχυς λόγος, «ἐπ' αὐτὸν τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ,» κατὰ τὴν τοῦ προφήτου φωνήν, «καὶ ἐπ' αὐτῷ περιτιθέσθω ὁ περιτιθέμενος τὴν ῥομφαίαν αὐτοῦ, ὅ ἐστιν ὅπλα αὐτοῦ.» Ὡς εὖ ἴσθι τοι δριμείας ἡμᾶς ἀπαλλάξεις φροντίδος, οἶμον ἰὼν ταυτηνὶ καὶ παρενεγκὼν εἰς τοῦτο τοῦ λόγου τὴν βάσανον. Φασὶ τοίνυν ὅτι Τὸν ὁμόθρονον, καθ' ὑμᾶς, τῷ Πατρὶ καὶ σκῆπτρον ἔχοντα τὸ θεοπρεπές, τί μὴ καὶ ἰδίαν διακεκτῆσθαι δύναμιν αἱ θεόπνευστοι χρησμῳδοῦσι Γραφαί; Ἐνεργούμενον γὰρ αὐτῷ δὴ τουτὶ τὸ δύνασθαι παρὰ τοῦ Πατρὸς κατίδοι τις ἄν, καὶ ἐξ αὐτῶν ἀναμάθοι τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἔφη γάρ· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. Ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Καὶ πάλιν· «Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ, ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα.» Α. Ἰσχύος οὖν ἄρα τῆς θεοπρεποῦς ἐπιδεᾶ καὶ ἄναλκιν ἀληθῶς τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Υἱὸν ὁ θρασὺς τῶν δι' ἐναντίας καταμαντεύεται λόγος, οἷς ἂν εἰκότως πρός τε ἡμῶν αὐτῶν καὶ πρὸς αὐτοῦ λέγοιτο τοῦ Χριστοῦ· «Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ.» Ὥσπερ γάρ ἐστι καὶ πρόσωπον καὶ εἰκὼν τοῦ Πατρός, καὶ σοφία καὶ δόξα καὶ ἀπαύγασμα καὶ χαρακτήρ, οὕτως ἂν νοοῖτο καὶ δύναμις, δι' ἧς ἐνεργὸς εἰς πᾶν ὁτιοῦν τῶν πεποιημένων γέγονέ τε καὶ ἔστι καὶ ἔσται. «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» Ὅνπερ γὰρ τρόπον οἱ βαναυσικῆς τινος τέχνης ἐπιστήμονες, χαλκοτύποι τυχόν, ἤγουν ἐπιτήδευμα τὸ λιθουργικὸν οὐκ ἀθαυμάστως ἐξησκημένοι, δρῷεν ἂν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
