# De sancta trinitate dialogi i-vii 617

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 617. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/617

ἀγγέλους πνεύματα, τοὺς δὲ λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα,» κατὰ τὸ γεγραμμένον. Ἐπειδὴ δὲ κατανεύσαντος τοῦ Πατρὸς καὶ τοῖς ἐν τῷδε τῷ κόσμῳ τὴν σωτηρίαν, κεχρημάτικέ τε καὶ γέγονεν ἄνθρωπος ὁ Μονογενής, ὅς ἐστιν ἰσχὺς καὶ δύναμις τοῦ Πατρός, ἐζωοποίει μὲν τοὺς νεκροὺς καὶ τῶν μνημάτων ἀνίστησι τοὺς ἤδη κατεφθαρμένους καὶ πονηρὰ μὲν τῶν ἀνθρώπων ἀπεσόβει πνεύματα, τοῖς δὲ τῶν ὀμμάτων ἐστερημένοις ἀσύνηθες μέν, γλυκὺ δ' οὖν ὅμως ἐνίει τὸ φῶς, καὶ τὰ τούτοις ἀδελφὰ καὶ ἰσοπαλῆ τερατουργήματα κατ' ἐξουσίαν εἰργάζετο τὴν θεοπρεπῆ. Β. Ἀλλ' ἐνεργοῦντος, φησίν, ἐν αὐτῷ τοῦ Πατρός. Α. Καὶ τίς ἂν γένοιτο τῆς τοῦ Πατρὸς ἐνεργείας ὁ τρόπος, οὐκ ἂν ἔχοιεν, οἶμαί που, φιλοπευστοῦσιν εἰπεῖν. Ἆρ' ὡς δι' ὀργάνου καὶ ὑπουργικὴν εἰσφέροντος χρείαν τοῖς τοῦ τεκόντος θελήμασι τοῦ Υἱοῦ ἤ, ὅπερ ἐστὶν ἄμεινόν τε καὶ ἀληθές, ὡς διὰ δυνάμεως τῆς ἰδίας ἐνήργηκεν ὁ Πατήρ; Εἰ δὲ δὴ παρέντες τὸ ἄμεινον καὶ τὸ ὀρθῶς ἔχειν εἰκότως ὑπειλημμένον ἐξιτηλότατα παραθέοντες, ὀργανικὴν αὐτῷ τὴν ἐνέργειαν περιθεῖεν οἱ τάλανες, ἰστέον ὅτι διοιχήσεται μὲν εἰς τὸ μηδέν, καταρρεῖ δὲ ἤδη πρὸς τὸ ἀκαλλὲς ἡ περὶ αὐτοῦ δόξα καὶ χάρις. Ὅτι γὰρ οὐδὲν παντελῶς, τό γε ἧκον εἰς αὐτήν, ἡ διὰ τῶν ὀργάνων ἐστὶν ὑπουργία, τοῖς δὲ κινεῖν εἰωθόσι καὶ ἐφ' ὅτῳπερ ἂν ἕλοιντο παρατρέπειν αὐτὰ τὰ τῆς εὐκλείας ἀνῆπται μόνοις, σαφὲς ἂν γένοιτο καὶ δι' αὐτῆς ἡμῖν τῆς θείας Γραφῆς. Ἔφη γάρ που Θεός, τὴν ὀργανικὴν ὑπουργίαν ὡς ἀνόνητον διαγελῶν· «Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; Ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν;» Οὐκοῦν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν, νοοῖτ' ἂν οὐδέν, καίτοι Θεὸς ὢν ὁ Λόγος, ἐνέργειαν μὲν οὐδεμίαν ἔχων φυσικήν, ἀψύχοις δὲ ὥσπερ ὀργάνοις προσεοικὼς καὶ τοῖς τοῦ κινοῦντος θελήμασιν ὑποκείμενος. Φύσεως δὲ οὕτως ἔχων (δοκεῖ γὰρ ὧδε ληρεῖν τοῖς δι' ἐναντίας), λόγοις ἡμᾶς ἀνθότου τοῖς ὑπὲρ ἀξίαν κατακροτεῖ λέγων· «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι.» Καὶ πρός γε τούτῳ, σαφέστατά τε καὶ ἐναργῶς ταῖς ἰσοστάθμοις τιμαῖς αὐτὸς τὴν ἰδίαν κατεχρύσου φύσιν, ἀναφανδὸν ἀνακεκραγώς· «Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ.» Καίτοι πῶς οὐκ εὐμαθὲς καὶ ψευδοεπείας ἁπάσης ἀπηλλαγμένον τὸ ἰδίαν μὲν ὅλως ἐνέργειαν μηδὲ ἐπὶ γλώττης ἔχειν, ἀπονέμειν

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
