# De sancta trinitate dialogi i-vii 620

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 620. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/620

δωρεὰν ἐλάβετε, δωρεὰν δότε·» οὐκοῦν, ἄριστά τε καὶ ὡς ἔνι καλῶς ἐννενοηκότες τίς ὁ τῆς ἐνούσης αὐτοῖς ἰσχύος δοτήρ τε καὶ πρύτανις, αὐτῷ τῆς εὐκλείας τὸν στέφανον ἀναπλέκουσιν, ἐπιφωνοῦντες ἀεὶ τοῖς ἠρρωστηκόσιν· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου·» πρὸς ὃν καὶ ὁ θεῖος ἡμῖν Μελῳδὸς ἀναμέλπει λέγων ὅτι «Καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.» Ἦ οὐκ ἀξιεπαινετώτατον εἶναι φῂς τῶν ἁγίων ἀποστόλων τὸ ἐπὶ Χριστῷ φρονεῖν ἑλέσθαι μέγα, αὔχημά τε ποιεῖσθαι φιλεῖν τῆς διὰ σφῶν αὐτῶν ἐνεργείας αὐτόν; Β. Καὶ μάλα. Α. Τί οὖν ἐπὶ τῷδε φαῖεν ἄν, ὦ Ἑρμεία, διηπορηκόσιν ἡμῖν καὶ ἀνθότου λέγουσι μὴ καὶ αὐτὸς ὁ Υἱὸς τοῦ ἰδίου προσώπου μεθιστὰς εἰσάπαξ τὴν τοῦ δύνασθαι δόξαν, μόνου διαμέμνηται τοῦ Πατρός, ἀλλ' ἰδίοις νεύμασι καταγράφει τὰς θεοσημίας, ζωοποιεῖν μὲν εὐκόλως οὕσπερ ἂν ἕλοιτο διειπών, κατὰ τὸ ἰσομοιροῦν τῷ Πατρὶ καὶ ἐν ἰσοσθενεῖ δυνάμει, θέλησιν δὲ τῷ λεπρῷ πρὸς ἀπόνιψιν τοῦ πάθους ἐπιδιδοὺς καὶ τοῖς τὴν ὄψιν ἐρρυηκόσι τὴν χειρὸς ἁφὴν δωρούμενος; Ἆρ' ἐνδοιαστὸν ἔτι, μᾶλλον δὲ οὐχὶ καὶ ἀναμφιλόγως ἔχον, ὡς αὐτὸς ὑπάρχων ἡ δύναμις τοῦ Θεοῦ καὶ Πατρός, ἀναστοιχειοῖ τὴν κτίσιν εἰς τὸ ἀπ' ἀρχῆς, οὐκ εἰσποίητον, οὐκ εἰσκεκριμένον, πολλοῦ γε καὶ δεῖ, φύσεως δὲ μᾶλλον τῆς ἰδίας ἔχων καρπὸν καὶ ἐνέργημα τὸ δημιουργεῖν, καθάπερ ἀμέλει καὶ ὁ Πατήρ; Εἴη δ' ἄν, ὡς γέ μοι φαίνεται, κατόρθωσίς τε καὶ ἀποτέλεσμα τῆς αὐτῆς ἰσχύος καὶ ἐνεργείας τὸ καὶ ἀπ' ἀρχῆς εἰς τὸ εἶναι παρενεγκεῖν ἐξ ἀνυπαρξίας τὰ ἐκτισμένα καὶ κατεφθαρμένα δι' ἁμαρτίαν, κλόνον τε ὑπομεμενηκότα τὸν ἐπὶ τὰ χείρω καὶ αἰσχίονα, μεταπλάττειν δύνασθαι πρὸς τὸ ἀπ' ἀρχῆς. Β. Πῶς οὖν ἔφασκεν οὐχ ὑπεσταλμένως· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα· ἃ γὰρ ἐκεῖνος ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ·» καὶ πρός γε δὴ τούτῳ, «Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα;» Ὡς εἴπερ ὀρθῶς ἀναμάθοιμι ταυτί, τὴν χάριν ἂν εἰδείην οὐ μικράν. Α. Ἴθι δὴ οὖν εἰς ἀνάμνησιν ὧν ἐλέγομεν ἀρτίως περὶ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος. Ἔφην γὰρ ὅτι τριῶν ὑποστάσεων ὑπαρχουσῶν, ἰδικῶς τε ἅμα καὶ ἀλλήλαις προσεχῶς, ὡς ἐν μιᾷ θεότητος φύσει, τὸ ἑνὸς ἐνέργημα

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
