# De sancta trinitate dialogi i-vii 621

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 621. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/621

προσώπου καὶ ὅλης ἂν λέγοιτο τῆς οὐσίας καὶ ἑκάστης ὑποστάσεως ἰδικῶς· ὅλη γὰρ ὥσπερ δι' ὅλης καὶ ἰδικῶς δι' ἑκάστου κινεῖσθαι φιλεῖ. Β. Μεμνήσομαι· πῶς γὰρ οὔ; Α. Οὐκοῦν ἐνεργεῖν ἐθέλοντός τι περὶ τὴν κτίσιν τοῦ Θεοῦ καὶ Πατρός, οὐκ ἂν ἀπρακτήσειεν ὁ Υἱός· οὐδ' ἂν εἰ ἐργάσαιτό τι τυχὸν ὁ Υἱός, ἀέργητος ὁ Πατὴρ εἴη ἄν, εἴπερ ἐστὶ Θεὸς εἷς καὶ δημιουργός. Ἅτερος γὰρ ἐν ἁτέρῳ νοεῖται καὶ ἔστιν ἀληθῶς, κατά γε τὸ συμφυές τε καὶ ὁμοούσιον, εἰ καὶ νοοῖντο διῃρημένως ἔν τε ὑπάρξεσι καὶ προσώποις ἰδικοῖς. Β. Ὀρθῶς ἔφης. Α. Τούτων δὴ οὖν οὕτως ἡμῖν ἄριστά πως κατὰ τὸ εἰκὸς τεθεωρημένων, φέρε καταθρήσωμεν τὴν οἰκονομίαν τὴν ἔν γε τοῖς προκειμένοις καὶ τῶν τοῦ Σωτῆρος ῥημάτων τὴν εὐτεχνίαν καταθαυμάσωμεν. Ὁλκὸν ἀεὶ τὸ θαῦμα πρὸς πίστιν καὶ εἰ τοῖς λόγοις ἕποιτο τὸ τερατουργεῖν, ῥᾷστα ἂν ἴοιεν ἐπὶ τὸ ἑλέσθαι φρονεῖν ὀρθῶς καὶ οἱ σφόδρα πως ἤδη διανενευκότες εἰς ἀπόστασιν. Καὶ τοῦτο εἰδὼς καὶ αὐτὸς ὁ Χριστὸς τῷ ἑκατοντάρχῳ προσεφώνει λέγων· «Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.» Β. Συνῆκα ὃ φῄς. Βούλει γάρ που, καθάπερ ἐγᾦμαι, λέγειν ὅτι τεθαυματούργηκεν ὁ Χριστός, ἀπόνασθαί τι κἀντεῦθεν τοῖς Ἰουδαίοις ἐπιδιδοὺς καὶ ὁδὸν ὥσπερ τινὰ πρὸς τὸ εἰκτικόν τε καὶ εὐπειθὲς εὐτέχνως ἐκμηχανώμενος τοῖς τοῦ θέλειν ἀναμαθεῖν τὴν ἀλήθειαν ἀνοσίως ἀπεσκιρτηκόσιν. Α. Οὕτω φημί. Φθάνει γάρ με τὸ σόν, ὦ οὗτος, εὐμαθές. Ὡς ἄγαμαί τοι σοφὸν ἔχων ὁμιλητὴν καὶ εἰς εὐήκοον οὖς λιγυρὸν ὥσπερ ἱεὶς ἐκ καλάμου τὸ αὔλημα. Οὐκοῦν, ἐπειδήπερ ἐνήργηκέ τι καὶ ἐν Σαββάτῳ τῶν ἄγαν τεθαυμασμένων, ἐπέθρῳσκον μὲν Ἰουδαῖοι πικροὶ καὶ δεινοί· ἀνοιγνύντες δὲ ὥσπερ ἀπύλωτόν τε καὶ ἀκρατὲς τὸ στόμα αὐτῷ, καὶ μὴν καὶ εἰς λόγους ὅτι μάλιστα τοὺς δριμεῖς τὴν γλῶσσαν ἐκθήγοντες, ἀριστοεπεῖν ἐδόκουν καὶ τοῦ νόμου λύσιν ἐπιφημίζοντες, «Εἰ ἦν οὗτος, ἔφασκον, ἀπὸ Θεοῦ ὁ ἄνθρωπος, οὐκ ἂν ἔλυε τὸ Σάββατον.» Τοιγάρτοι Χριστὸς ἀπεσκευάζετο τὰς αἰτίας, καὶ αὐτὸν ἐν Σαββάτῳ καταδεικνὺς ἐνεργὸν τὸν Πατέρα καὶ τὸ δρᾶν ἐθέλειν τοῖς ἐν κόσμῳ τὰ ζωαρκῆ διὰ τὸν νόμον οὐ κατοκνήσαντα. Ἔφασκε γὰρ ὅτι «Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.» Ὅτι δέ ἐστι μία μὲν θέλησις, μία δὲ δύναμις, ἡ ἐφ' ἅπασι τοῖς δρωμένοις αὐτοῦ τε καὶ τοῦ Πατρός, ἐπληροφόρει προστιθείς· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν,

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
