# De sancta trinitate dialogi i-vii 622

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 622. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/622

οὐ δύναται ὁ Υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδὲν ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα.» Καὶ διαλέγεται μὲν παχύτερόν πως ἢ χρὴ περὶ τῆς θείας ἰσχνότητος καὶ ὑπεροχῆς· φράσαι γὰρ ἦν οὐχ ἑτέρως τὰ πέρα λόγου τοῦ καθ' ἡμᾶς. Συνίεμεν δὲ ἡμεῖς λεπτῶς τε καὶ διεσμιλευμένως καὶ ὡς ἂν αὐτῇ πρέποι τῇ θείᾳ τε καὶ ἀπερινοήτῳ φύσει. «Ἃ γὰρ ἂν βλέπῃ, φησί, τὸν Πατέρα ποιοῦντα, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ.» Ἦ οὐκ ἀληθὲς εἰπεῖν ὡς εἴπερ ἰσχύος καταδεᾶ τὴν ἰδίαν αὐτὸς ἐξῄδει φύσιν, ἔφη ἄν, οἶμαί που, σαφέστερόν τε καὶ πρεπωδέστερον· Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός; Ἐπειδὴ δὲ ἰσουργόν τε οἶδε καὶ ἰσοσθενῆ, παρέδειξεν ὅτι μίαν ἔχων καὶ τὴν αὐτὴν πρὸς αὐτὸν οὐσίαν, καὶ αὐτὸς διᾴττει κατ' αὐτὸν ἐπὶ τὰ δρώμενα, μιᾷ βουλήσει πρὸς πᾶν ὁτιοῦν ὁμόσε τε ἰὼν τῷ φύσαντι καὶ εἰς τὴν ἐφ' ἅπασι ταὐτοεργίαν τε ὁμοῦ καὶ ταὐτοβουλίαν κοινοῖς ὥσπερ τισὶ τοῖς τῆς θεότητος συνδούμενος νόμοις. Τό γε μὴν οὐ δύναται, οὐχὶ πάντη τε καὶ πάντως ἀσθενείας ἂν ἔχοι δήλωσιν, ἀλλὰ καὶ φύσεως ἔσθ' ὅτε τὴν ἐφ' οἷς ἐρήρεισταί τε καὶ ἕστηκεν ἀπαραποίητον διαμονὴν κατασημήνειεν ἄν, ὥσπερ ἂν εἴ τις λέγοι τυχόν· Θεὸς ἁμαρτεῖν οὐ δύναται. Εἴποι δ' ἂν καὶ φῶς μὲν ὡς Οὐκ ἂν δυναίμην μὴ εἶναι φῶς. Πῦρ τε αὖ καὶ ὕδωρ, φωνῆς ἐνούσης, ἀνακεκράξονται τὸ Οὐκ ἂν δυναίμεθα μὴ εἶναι πῦρ τε καὶ ὕδωρ. Ἐπειδὴ δὲ καὶ τοῖς τερατουργουμένοις καὶ πέρα παντὸς ἰοῦσι θαύματος ἐπετίμων οἱ πάντολμοι, τοῦ ἐμπαροινεῖν ἀφιστὰς αὐτῷ, τὴν τῶν ἀποτελεσμάτων ἐνέργειαν ἀνετίθει τῷ Πατρί, λέγων· «Ἀπ' ἐμαυτοῦ οὐδὲν ποιῶ· ὁ δὲ Πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Ἐνεργὸς γὰρ ὁ Πατὴρ δι' Υἱοῦ, καὶ οὐκ ἄν τι δρῴη πώποτε δίχα τῆς ἐνούσης ἰσχύος αὐτῷ, τουτέστι τοῦ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ πεφηνότος τε καὶ ὄντος Λόγου. Τοιγάρτοι καὶ ἔφασκεν αὐτός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε·» τὸ εἰς ἀλκὴν οἶμαί που διὰ πάντων ἴσον μήνυσιν ἀκριβῆ τῆς πρὸς αὐτὸν ὁμοουσιότητος κἀνθάδε τιθείς. Β. Οὐδὲν ἂν ἔχοιμι τοῖς οὕτως ὀρθῶς εἰρημένοις ἐπιτιμᾶν, προσερέσθαι δέ τι βραχὺ δοίης ἂν ἐθελοντί μοι, ἤγουν ἤδη λογιῇ δυσμαθῆ τε καὶ φορτικὸν καὶ ὀχλοποιὸν ἑτέρως; Α. Ἥκιστά γε, ὦ φιλότης. Ὄκνου γὰρ ἀμείνων ἡ προθυμία, καὶ τὸ συνειπεῖν εὐκλεὲς εἰ συκοφαντοῖτο πρός τινος τοῦ Σωτῆρος ἡ δόξα.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
