# De sancta trinitate dialogi i-vii 626

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 626. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/626

ὅτι τῷ Μονογενεῖ τὸ πρωτότοκος ἐπενηνεγμένον, κατά γε τὸν τῆς ἀνθρωπότητος τρόπον, συνεισκεκόμικεν ἀναγκαίως τὸ καὶ εἰσποίητον εἶναι δοκεῖν τὴν δόξαν αὐτῷ; Πότε γάρ, εἰπέ μοι, πρωτότοκος ἢ ὅτε γέγονεν ἐν πολλοῖς ἀδελφοῖς; Εἰ μὲν οὖν ὁμογενής τε ἡμῖν καὶ ἀδελφὸς τὴν φύσιν καὶ πρὸ σαρκὸς ἦν ὁ Λόγος, τί μὴ τοῦτο ὑπάρχειν ἐν ἀρχαῖς, ἀλλ' ἐν ἐσχάτοις καιροῖς γεγενῆσθαι λέγεται; πῶς δ' ἂν νοοῖτο Μονογενὴς ὁ τῇ κτίσει συντεταγμένος; Ἐπειδὴ δὲ οὐκ ἐνδοιαστόν, μᾶλλον δὲ ἀληθῶς τε καὶ ἀραρότως ἔχον, ὡς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς πέφηνεν ἄνθρωπος, διά τε τοῦτο Πρωτότοκος, ἐπακτὴν ἔχει τὴν δόξαν καὶ τὸ προσκυνεῖσθαι δεῖν ἐπενηνεγμένον. Εἰ δὲ μὴ οὕτως ἔχειν οἴονται κατὰ σφᾶς, ἀναγκαῖος αὐτοὺς περιτρέψει λόγος εἰς ἀκαλλῆ τε καὶ ἔκτοπον ἠλιθιότητα λογισμῶν. Φαίη γὰρ ἂν οἶμαί τις· Εἰ, ἐπείτοι γέγονεν ἄνθρωπος Πρωτότοκος διὰ τοῦτο, καιρὸς δὲ οὗτος αὐτῷ τοῦ προσκυνεῖσθαι δεῖν, ὅτε δὴ μάλιστα κεκενῶσθαι λέγεται, πρὸς εὐκλείας μὲν ἔσται τῆς ἀληθοῦς αὐτῷ τῆς κενώσεως ὁ καιρός, πρεσβύτερον δὲ τῆς ἐνανθρωπήσεως τὸ σμικροπρεπές τε καὶ ἀκλεές, ὅτε καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς ὑπάρχων, ὡς γέγραπται, πρὸς τὴν οὕτω καταβεβλημένην κατέθορε φύσιν, φημὶ δὴ τὴν ἀνθρωπίνην. Ἀλλ' εἴπερ ἦν ἀκλεὴς καὶ τοῦ προσκυνεῖσθαι μακράν, τί μαθόντα τὰ Σεραφὶμ ἐν τῷ τῆς θεότητος θώκῳ καθίζοντα τὸν Υἱὸν ἐν κύκλῳ περιεστᾶσιν, ὕμνοις καὶ δοξολογίαις καταγεραίροντα καὶ Κύριον Σαβαὼθ ὀνομάζοντα, πλήρη τε εἶναι λέγοντα τόν τε οὐρανὸν καὶ τὴν γῆν τῆς δόξης αὐτοῦ; Ποίας γὰρ δόξης ἀνάπλεως ἦν ὁ οὐρανός, εἰ τὸ προσκυνεῖσθαι μετὰ Πατρὸς εἰσδέχεται μόλις ὅτε πέφηνε καθ' ἡμᾶς; Ἄκουε δὲ γράφοντος Ἔσδρα τοῦ σοφοῦ· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει·» Καίτοι τοῦ μακαρίου Δαβὶδ ἀνακεκραγότος ἐναργῶς περὶ τοῦ τῶν ὅλων κατεξουσιάζοντος Θεοῦ, «Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν.» Ὁ τοίνυν πρὸ τῆς ἐνανθρωπήσεως καὶ τοῦ κεκλῆσθαι Πρωτότοκος τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀξιώμασιν ὑπάρχων ἐκπρεπής, πῶς ἂν ἐν μείοσι κατά τι γοῦν ὅλως ἢ ἐν οἷς ὁ Πατήρ; Β. Ἔστω, φησί, κατὰ τὸ αὐτῷ σοι δοκοῦν· ὅτε γέγονε Πρωτότοκος, τοτηνικάδε καὶ προσκυνεῖσθαι προστέτακται. Μὴ οὐχὶ δοτὸν αὐτῷ τὸ χρῆμά ἐστι παρὰ τοῦ Πατρός; Α. Ἀλλ' οὐχ ἁπλῶς εἰ δοτόν, ἀλλὰ ὁπηνίκα δοτὸν εὖ μάλα κατασκεπτέον.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
