# De sancta trinitate dialogi i-vii 627

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 627. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/627

Β. Ὅτε δηλαδὴ καὶ Πρωτότοκος. Α. Ὡς πρὸς ἀδελφότητα τὴν πρὸς ἡμᾶς καθιγμένος; Τουτὶ γάρ, οἶμαί που, δηλοῖ τὸπρωτότοκος. Β. Οὕτω φημί. Α. Εἶτα πρέποι ἄν, εἰπέ μοι, τῇ ἀνθρώπου φύσει, νοουμένῃ καθ' ἑαυτὴν τοῦθ' ὅπερ ἐστὶ τὸ ἐν τάξει τε καὶ μέτρῳ Θεοῦ προσκυνεῖσθαι δεῖν; Β. Ἥκιστά γε. Α. Ὀρθῶς, ὦ ἑταῖρε. Μόνῃ γὰρ ἂν πρέποι τῇ τῶν ὅλων βασιλίδι φύσει τὰ αὐτῆς ἰδικῶς. Οὐκοῦν, ὅτε τῶν ἰδίων ὑψωμάτων κατέθορεν ὁ Υἱὸς καὶ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, τὸ τῇ φύσει δοῦλον καὶ τὸ ἀναγκαίως προσκυνοῦν οἰκειωσάμενος σχῆμα, τότε προσκεκύνηκε μεθ' ἡμῶν. Ἐπειδὴ δὲ ἦν ἀνέφικτον παντελῶς καὶ λογισμοῦ τοῦ καθήκοντος ἐκπεφοιτηκὸς τὸ μὴ ἐν ταῖς τοῦ Πατρὸς εὐκλείαις ὁρᾶσθαι περιφανῆ τὸν ἐξ αὐτοῦ πεφηνότα Υἱόν, καὶ εἰ γέγονεν ἐν σαρκί, διὰ τῆς τοῦ Πνεύματος δᾳδουχίας μυσταγωγεῖται λοιπὸν τὸ ἐπ' αὐτῷ μυστήριον ὁ οὐρανός, τουτέστιν ἡ τῶν ἁγίων ἀγγέλων πληθύς, καὶ ὡς πρωτότοκον ἀναδεδειγμένον καὶ ἐν πολλοῖς ἀδελφοῖς τὸν μονογενῆ καὶ ὁμόθρονον τῷ Πατρὶ προσκυνεῖν ἐπετάττετο, οὐκ εἰς πρώτας εἰσβολὰς τῆς τοιᾶσδε δόξης ἀνακομίζοντος αὐτὸν τοῦ Πατρός, οὔτε μὴν ὡς ἀτριβές τι καὶ ἄηθες ἀπονέμοντος τὴν προσκύνησιν, ἀλλὰ τὸν ἀεί τε καὶ ἐξ ἀρχῆς αἰώνων πρὸς αὐτῶν προσκυνούμενον καὶ ἐν σαρκὶ γεγονότα προσκυνητὸν ἀποφαίνοντος. Οὐκοῦν (ἀνακομίσω γὰρ αὖθις εἰς τὸ ἀπ' ἀρχῆς τὸν λόγον) προσκεκύνηκεν ὁ Υἱὸς ὅτε καὶ Πρωτότοκος καὶ ἐν τῷ τῆς δουλείας πέφηνε σχήματι, ὅθεν δὴ μάλιστα διαμάθοι τις ἂν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς τὸ περιφανὲς ἀξίωμα. Εἰ γὰρ τῷ τῆς δουλείας σχήματι πρέποι ἂν μόνῳ τὸ προσκυνεῖν, τίνι τῶν ὄντων ἀσυμφανές ἐστι τὸ πρὸ τῆς ἐνανθρωπήσεως ἐλεύθερον κάλλος; Ὅτι δὲ μυσταγωγίας τῆς παρὰ τοῦ Πνεύματος καὶ αὐτοὺς λέγοντες δεδεῆσθαι τοὺς οὐρανούς, οὐ τὴν τῶν ἁγίων ἀγγέλων ἐξυβριοῦμεν φύσιν, ἀλλὰ ταῖς θείαις ἑπόμενοι Γραφαῖς καὶ εἰς τοῦτον ἴμεν τὸν λόγον, πληροφορήσει γράφων ὁ Παῦλος, «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν τῷ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·» καὶ πρός γε τούτῳ φησὶ καὶ ὁ θεσπέσιος Μελῳδός, «Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
