# De sancta trinitate dialogi i-vii 636

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 636. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/636

ἐποίει κεκλοφότα τὸν Ἀνανίαν τῶν θείων ἀναθημάτων, ἐπῃτιᾶτο δὲ λίαν, «Ἀνανία, λέγων, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ.» Β. Ναί· Θεῷ γὰρ ψεύδεται, φησί, κἂν ἕλοιτό τις εἰς τὸ Πνεῦμα τοῦτο δρᾶν. Α. Τίνα δὴ τρόπον, ὦ τᾶν, εἰ μὴ Θεὸς τὸ Πνεῦμά ἐστιν; Β. Ὅτι κἂν εἴ τις ἕλοιτο, φησίν, εἰς ἁγίους εὐσεβεῖν, εἰς Θεὸν εὐσεβεῖ. Καὶ γοῦν τοῖς ἁγίοις μαθηταῖς ἀναφανδὸν εἴρηκεν ὁ Χριστός· «Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται.» Καὶ οὐ δήπου φαμέν, ὀρθοῖς τε καὶ ἀναγκαίοις ἑπόμενοι λογισμοῖς, θεοὺς εἶναι κατὰ φύσιν τοὺς μαθητάς, κἂν εἰ δέξαιτό τις τὸν Υἱὸν ἁγίους εἰσοικισάμενος. Ἀναλόγως τοιγαροῦν τῷ τοιῷδε τυχὸν ὁ εἰς τὸ Πνεῦμα πλημμελῶν, Θεῷ πλημμελεῖ τῷ ἀποστείλαντι αὐτό. Α. Ἀλλ' ἔνθαπερ ἂν τὰ ὠνομασμένα καὶ ἐν χερσὶν ἴσοις καὶ ἀπαραλλάκτοις ἰδιώμασι φυσικῶς ἐμπρέποντα τὸν τῆς ὁμοουσιότητος λόγον ἀναγκαῖον ἔχει πρὸς ἄλληλα, τῆς εἰς τὸ ἄμεινον ἀναφορᾶς ἐκεῖ που πάντως ἐστὶ περιττὸς ὁ τρόπος· εἶεν δ' ἂν μᾶλλον, κατά γε τὸ ἐν οὐσίᾳ ταὐτόν, ἄμφω μὲν ἐν ἀμφοῖν· ἐκεῖνό γε μὴν ὡς τοῦτο, τοῦτο δὲ αὖ ὡς ἐκεῖνο· ἀνισότητος δὲ φυσικῆς διιστάσης τινὰ πρὸς τὸ ἑτεροίως ἔχειν, οὐκ ἔγωγε φαίην ἂν ἀπίθανόν τε καὶ ἀκαλλῆ τῆς ἐπὶ τὸ προὖχον ἀναφορᾶς τὸν λόγον. Εἰ μὲν οὖν οὐχ ὁμοούσιον τῷ Θεῷ τὸ Πνεῦμά ἐστιν, οὐκ εἰς Θεὸν ἔσται πεπλημμεληκὼς ὁ εἰς αὐτὸ πλημμελῶν. Ζητείτω <αὐ>τόχρημα τὴν ἀναφορὰν εἰς τὸν ἀποστείλαντα αὐτό. Εἰ δὲ ἅπας αὐτοὺς κατωθήσειεν ἂν καὶ οὐχ ἑκόντας λόγος ὁμοουσιότητι τῇ πρὸς Θεὸν τὸ Πνεῦμα τιμᾶν, ἐπερυθριάτωσαν ἤδη πως τοῖς σφῶν αὐτῶν εὑρήμασιν, ἐν ἴσῳ τοῖς Θεῷ μὴ ὁμοουσίοις καταλογιζόμενοι καὶ τιθέντες τὸ ὁμοούσιον. Ἰσοστατήσειε γὰρ ἂν οὔτι που τὸ εἰς ἁγίους τι δρᾶν καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Ἀλλ' εἰ μέν τις γένοιτο περὶ ἀνθρώπου λόγος, εἰκότως ἂν οἴσομεν εἰς Θεὸν τὸν προεστηκότα τὴν ἀναφοράν· ἥκοντος δὲ εἰς μέσον ἡμῖν τοῦ ἁγίου Πνεύματος, εἰς αὐτὴν ἅπαν ἔσται τὸ δρώμενον τὴν θείαν τε καὶ ἀπόρρητον φύσιν, οὐ διὰ μεσίτου τρέχον εἴς τι τῶν ὑπερκειμένων, ἀναθρῷσκον δὲ μᾶλλον προσεχῶς καὶ ἀμεσιτεύτως εἰς αὐτὸ τὸ ἀνωτάτω καὶ ὑπερκόσμιον κάλλος.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
