# De sancta trinitate dialogi i-vii 639

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 639. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/639

τις ἦν ἡ δι' αὐτοῦ χάρις, τί μὴ ἔφη σαφῶς ὁ μὲν μακάριος Μωσῆς ὅτι παρενηνεγμένῳ τῷ ζῴῳ πρὸς τὸ εἶναι, λοιπὸν ἐνεφύσησε χάριν ὁ πάντων Δημιουργός, τὴν διὰ πνοῆς τῆς ζωῆς, Χριστὸς δὲ ἡμῖν· Λάβετε χάριν τὴν δι' ὑπουργίας τοῦ ἁγίου Πνεύματος; Ἀλλ' ὠνόμασται μὲν ἐν ἐκείνῳ, Πνοὴ ζωῆς· ζωὴ γὰρ ἀληθὴς ἡ τῆς θεότητος φύσις, εἴπερ ἐστὶν ἀληθὲς ὡς ἐν αὐτῇ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν· διὰ δὲ τῆς τοῦ Σωτῆρος φωνῆς, Πνεῦμα ἅγιον, αὐτό που κατὰ τὸ ἀληθὲς ταῖς τῶν πιστευόντων ψυχαῖς ἐγκατοικίζοντός τε καὶ ἐνιέντος τὸ Πνεῦμα καὶ δι' αὐτοῦ τε καὶ ἐν αὐτῷ μεταπλάττοντος εἰς εἶδος τὸ ἐν ἀρχαῖς, τουτέστιν εἰς ἑαυτόν, ἤτοι πρὸς ἰδίαν ἐμφέρειαν δι' ἁγιασμοῦ, οὕτω τε ἡμᾶς ἀνακομίζοντος εἰς τὸ τῆς εἰκόνος ἀρχέτυπον, τουτέστι τὸν χαρακτῆρα τοῦ Πατρός. Χαρακτὴρ μὲν γὰρ ὁ ἀληθινὸς καὶ εἰς λῆξιν ἀκριβείας τῆς κατ' ἐμφέρειαν νοουμένης αὐτός ἐστιν ὁ Υἱός· ὁμοίωσις δὲ ἀκραιφνής τε καὶ φυσικὴ τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, πρὸς ὃ καὶ ἡμεῖς μορφούμενοι δι' ἁγιασμοῦ, πρὸς αὐτὴν εἰδοποιούμεθα τὴν Θεοῦ μορφήν. Ἀποστολικὸς δὲ πρὸς τοῦτο ἡμᾶς ἀναπείσει λόγος. «Τεκνία γάρ, ἔφασκεν, οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Μορφοῦται δὲ διὰ Πνεύματος ἀναστοιχειοῦντος ἡμᾶς πρὸς Θεὸν δι' ἑαυτοῦ. Ὅτε τοίνυν πρὸς Χριστὸν μορφούμεθα, καὶ αὐτὸς ἡμῖν ἐνσημαίνεται καὶ εἰδοποιεῖται καλῶς ὡς δι' ὁμοίου φυσικῶς τοῦ Πνεύματος, Θεὸς ἄρα τὸ Πνεῦμά ἐστι, τὸ διαμορφοῦν πρὸς Θεὸν οὐχ ὡς διὰ χάριτος ὑπουργικῆς, ἀλλ' ὡς θείας φύσεως μέθεξιν ἑαυτῷ τοῖς ἀξίοις δωρούμενον. Ὅτι δὲ ὁμοίωσις ἀληθὴς τοῦ Υἱοῦ τὸ Πνεῦμά ἐστι, γεγραφότος ἀκούσῃ τοῦ μακαρίου Παύλου· «Ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ, τούτους καὶ ἐκάλεσεν.» Ἀναπλαττόμεθα γὰρ εἰς εἰκονισμὸν τὸν πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἤτοι πρὸς Θεόν, διὰ πίστεως καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς αὐτὸ σχέσεως, δῆλον δὲ ὅτι τῆς κατὰ μέθεξιν καὶ εἰσκεκριμένως, εἰ καὶ θείας φύσεως ὠνομάσμεθα κοινωνοί. Β. Οὐκ ἂν ἔχοιμί τι τοῖς εἰρημένοις ἐπιτιμᾶν. Α. Ναοὶ δὲ Θεοῦ, καὶ μὴν καὶ θεοὶ κεκλήμεθα καὶ ἐσμέν, ἀνθότου γε δή; Πύθου τῶν δι' ἐναντίας, εἴπερ ἐσμὲν ἀληθῶς ψιλῆς καὶ ἀνυποστάτου χάριτος μέτοχοι; Ἀλλ' οὐχ ὧδε ἔχει ποθέν. Ναοὶ γάρ ἐσμεν τοῦ ὄντος τε καὶ ὑφεστηκότος Πνεύματος· κεκλήμεθα δὲ δι' αὐτὸ καὶ θεοί, ἅτε δὴ τῇ θείᾳ τε καὶ ἀπορρήτῳ φύσει τῇ πρὸς αὐτὸ συναφείᾳ κεκοινωνηκότες.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
