# De sancta trinitate dialogi i-vii 640

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 640. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/640

Ἔκφυλον δὲ εἴπερ ἐστὶν ἀληθῶς καὶ τῆς θείας φύσεως διῳκισμένον οὐσιωδῶς τὸ θεοποιοῦν ἡμᾶς Πνεῦμα δι' ἑαυτοῦ, διημαρτήκαμεν τῆς ἐλπίδος, αὐχήμασι τοῖς εἰς τὸ μηδὲν οὐκ οἶδ' ὅπως ἠγλαϊσμένοι. Ποῦ γὰρ ἔτι θεοὶ καὶ ναοὶ Θεοῦ, κατὰ τὰς Γραφάς, διὰ τὸ Πνεῦμα τὸ ἐν ἡμῖν; Τὸ γάρτοι τοῦ εἶναι Θεὸς τητώμενον, πῶς ἂν ἐνθείη τὸ χρῆμα ἑτέροις; Ἀλλὰ μήν ἐσμεν ναοὶ καὶ θεοί. Προσεκτέον δὲ οὔτι που τοῖς πεπλανημένοις. Οὐχ ἑτεροούσιον ἄρα πρὸς Θεὸν τὸ Πνεῦμα αὐτοῦ. Β. Ἀλλ' εἴπερ ἐστὶν οὐχ ἑτεροούσιον, ὡς σὺ φῄς, διὰ τί μὴ καὶ αὐτό, φασίν, ἢ Πατήρ ἐστιν, ἢ Υἱός; Α. Εἶτα φύσεως, εἰπέ μοι, τῆς ἀνωτάτω καὶ πάντα ὑπερκειμένης ἀπολισθήσειν εἰκότως τὸ Πνεῦμα τὸ ἅγιον ὑπειλήφασιν, ἐπεὶ μήτε Πατήρ ἐστι μήτε Υἱός; Β. Ὧδέ πη δοξάζουσι. Α. Καὶ μὴν ἀνούστατά γε καὶ δυσσεβέστατα καὶ τόδε συνθέντες ἁλοῖεν ἂν εἰς τὴν τῶν ἁπλουστέρων καταστροφήν, εἰ τοῖς τῆς ὀρθότητος ἐνορῴῃ τις λόγοις. Οὐ γὰρ ἔν γε τῷ εἶναι Πατὴρ Θεός ἐστιν ὁ Πατήρ· οὐδὲ αὖ ἐν τῷ εἶναι Υἱὸς Θεός ἐστιν ὁ Υἱός. Ἐπεὶ φράσον, ἆρ' οὐχὶ πάντη τε καὶ πάντως, εἰ τὸ γεννῶν καὶ γεγεννημένον, τοῦτό ἐστι θεότης ἡ κατὰ φύσιν, πᾶν εἴ τι τέτοκεν, ἤτοι γεγέννηται, εἴη ἂν πάντως που καὶ Θεὸς ἀληθῶς; Ἀλλ' ἔστι θρασὺς ὁμολογουμένως ὁ ἐπὶ τῷδε λόγος. Οὐ γὰρ Θεὸς ὁ Πατὴρ ὅτι γεγέννηκεν, οὐδ' αὖ Θεὸς ὁ Υἱὸς ὅτι γεγέννηται· ἀλλὰ Θεὸς ὢν τέτοκεν ὁ Πατήρ, καὶ Θεὸς ὑπάρχων γεννητός ἐστιν ὁ Υἱός. Οὐδὲν οὖν ἄρα τὸ παρωθοῦν καὶ ἐξεῖργον ἔτι τοῦ τῆς θείας φύσεως ἴδιον εἶναι πιστεύειν τὸ ἐξ αὐτῆς τε καὶ ἐν αὐτῇ φυσικῶς ἅγιον Πνεῦμα, κἂν εἰ μήτε Πατήρ, μήτε μὴν Υἱὸς εἴη ἄν, ἀλλ' ἥτις ποτέ ἐστιν ἡ τοῦ Πνεύματος φύσις, πολυπραγμονεῖν ἀναγκαῖον, τὴν τῶν ὀνομάτων ἰδιότητα μεθέντας εἰς τὸ παρόν, οὐχὶ τῆς θεότητος οὖσαν δεικτικήν, ἀλλ' ἑκάστου τῶν ὠνομασμένων τίς ἂν νοοῖτο πρὸς ἡμῶν ὁ τῆς ὑπάρξεως τρόπος εὖ μάλα κατασημαίνουσαν. Ὅτι γὰρ τέτοκε δηλοῖ τὸ Πατήρ, καὶ ὅτι γεγέννηται διεσάφησε τὸ Υἱός. Καὶ μὴν ὅτι τὸ Πνεῦμά ἐστιν ἐκ Θεοῦ Πατρός, ἴδιον δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ, δίκην τοῦ καθ' ἡμᾶς καὶ ἀνθρωπίνου πνεύματος, εἰ καὶ ἐν ὑποστάσει νοοῖτο καὶ ὑπάρχον ἀληθῶς, διαμεμήνυκεν ἡ κλῆσις. Β. Ὁποία τις οὖν ἄρα ἐστὶν ἡ τοῦ Πνεύματος φύσις; Α. Ἥπερ ἂν νοοῖτο καὶ ἡ τοῦ Πατρὸς καὶ ἡ τοῦ Υἱοῦ· καὶ ἀπόρρητος μὲν ὁμολογουμένως, ὑπερανέστηκε δὲ νοῦ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
