# De sancta trinitate dialogi i-vii 646

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 646. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/646

διακονεῖ μὲν οὐκ ἔτι, πολλοῦ γε καὶ δεῖ, διανέμει δὲ μᾶλλον καὶ εἰς ἡμᾶς αὐτοὺς ὡς ἔμφυτον ἀγαθὸν τὴν ἐλευθερίαν. Εἰ δὲ τοῦ κατὰ φύσιν εἶναι Θεὸς παρώλισθεν ἀληθῶς, γεγράψεται μὲν ἐν διακόνοις καὶ ὑπουργοῖς· διακονήσει δὲ τὸ ἀλλότριον, καὶ διακομίσει τοῖς ἀξίοις τὸ μεῖζον ἢ καθ' ἑαυτό. Παραχωρήσει γάρ, οἶμαι, τοῖς ἐκ Θεοῦ τὸ νικᾶν. Ἀμείνους οὖν ἤδη λοιπὸν καὶ ἡμεῖς αὐτοὶ τοῦ ἁγίου Πνεύματος, τῇ ὑπὲρ τοῦτο καταχρυσούμενοι δόξῃ. Ἢ οὐκ ἄριστά σοι ταυτὶ δὴ φάναι δοκῶ, κἂν εἰ πλείστην ὅσην τὴν ἀποπληξίαν ἡμῖν ἀρρωστοῖεν οἱ λόγοι; Β. Καὶ μάλα. Α. Ἴωμεν δὲ καὶ δι' ἐννοιῶν ἑτέρων ἰχνηλατοῦντες τὸ ἀληθές. Οἱ βασιλεῖς τῆς γῆς, εἴ πή τινας ἕλοιντο τῶν ἐπιτηδείων, ἤγουν τῶν ἐξ αἵματός τε καὶ γένους, τῇ σφῶν αὐτῶν κατακαλλύνειν τιμῇ, καὶ τῇ βασιλίδι στεφανοῦν εὐκλείᾳ, τίνα δὴ τρόπον ὡς ἄριστά τε καὶ ἐπιεικέστατα ταυτὶ δρῷεν ἄν; Β. Ταῖς ἀνωτάτω που πάντως τιμαῖς ὑπεραίροντες. Α. Τὴν οὖν βασιλίδα τιμήν τε καὶ δόξαν, ὑφ' ἧς στεφανούμενος ἑαυτοῦ τε καὶ ἑτέρων ὑπερφέροιτ' ἄν τις, πότερα λογιεῖ τοῦ τετιμημένου κρείττονα καὶ προφερεστέραν, ἤγουν ἐν ἴσῳ τυχὸν ἢ ἐν μείοσιν; Β. Ἀμείνω δηλονότι καὶ προφερεστέραν· καταφαιδρύνει γὰρ οὕτω τὸ τιμώμενον. Οὐ γάρ τοι τὸ τῆς τινος δόξης ἡττώμενον καὶ κατόπιν ἰόν, εἰ προσγένοιτό πως αὐτῷ, λαμπρότερον ἀποφανεῖ, κατακομίσει δὲ μᾶλλον ἐπὶ τὸ αἴσχιον. Α. Εὖ λέγεις· ὧδε γὰρ ἔχει τὸ χρῆμα, καὶ ὀρθῶς διανοῇ. Οὐκοῦν εἴπερ ἐστὶν οὐκ ἐν φύσει τε καὶ δόξῃ τῇ κατ' ἀλήθειαν ἐλευθέρᾳ τὸ Πνεῦμα τὸ ἅγιον, διακονεῖ δὲ μᾶλλον ὑπουργικῶς τὴν παρ' ἑτέρου του χάριν, πῶς εἰς βασιλέα κέχρισται, χρίσμα λαβὼν τὸ Πνεῦμα Χριστός; «Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέτ, ἔχρισεν ὁ Θεὸς Πνεύματι ἁγίῳ.» Γράφει δὲ ὧδε καὶ πρὸς ἡμᾶς ὁ σοφὸς Ἰωάννης· «Καὶ ὑμεῖς χρίσμα ὃ ἐλάβετε ἀπ' αὐτοῦ μένει ἐν ὑμῖν, καὶ οὐ χρείαν ἔχετε ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα διδάσκει ὑμᾶς περὶ πάντων.» Πάρα δὲ καὶ αὐτοῦ διαπυθέσθαι Χριστοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς, ὧδέ πη βοῶντος, καὶ τὴν ἐκ τοῦ κεχρῖσθαι δόξαν διερμηνεύοντος· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ.» Τὸ δοῦλον, εἰπέ μοι, Πνεῦμα ποιεῖ δεσπότην; Βασιλικὸν ἀξίωμα τὴν ἰδίαν ἔχει φύσιν, τὸ κατ' αὐτοὺς οὐκ ἐλεύθερον; Ἄπαγε τῆς δυσβουλίας. Ἀτλητῶ γὰρ ἤδη πως τοῖς τῶν ἐναντίων ἐμέτοις περιτυχών. Ἔδει γάρ, ἔδει φρονοῦντας ὀρθῶς τὸ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
