# De sancta trinitate dialogi i-vii 648

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 648. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/648

Συνεισθέοντος γὰρ οὕτω καὶ ἐν ἀμφοῖν ὄντος τε καὶ νοουμένου τοῦ ἁγίου Πνεύματος, κατ' εὐθὺ τῆς ἀληθείας οἰχήσεται, καὶ τῶν εἰς ὀρθότητα νοημάτων ἀμοιρήσειεν ἂν οὔτι που τῶν πιστευόντων ὁ νοῦς. Διὰ γάρ τοι τὸ ἐν οὐσίᾳ ταὐτὸν Κυριός τε καὶ Θεὸς τὸ Πνεῦμά ἐστιν, οὕτω τε ὠνόμασται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ἡσαΐας μὲν γὰρ ὁ θεσπέσιος περὶ τῶν ἐξ αἵματος Ἰσραήλ· «Κατέβη Πνεῦμα παρὰ Κυρίου, φησί, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης.» Μωσῆς δὲ ὁ μέγας, Κύριόν τε καὶ Θεὸν τὸ Πνεῦμα εἰδώς, ὧδέ πή φησι· «Κύριος μόνος ἦγεν αὐτούς, καὶ οὐκ ἦν μετ' αὐτῶν Θεὸς ἀλλότριος.» Καὶ προσεφώνει μὲν ἐν ᾠδῇ τοῖς ἐξ Ἰσραήλ· «Μνήσθητι, μὴ ἐπιλάθῃ ὅσα παρώξυνας Κύριον τὸν Θεόν σου ἐν τῇ ἐρήμῳ.» Κατασημαίνων δὲ αὖ τὸν παροξυνθέντα Κύριον καὶ Θεὸν ὁ προφήτης φησίν· «Οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς, διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν. Αὐτὸς ἐλυτρώσατο αὐτούς, καὶ ἀνέλαβεν αὐτούς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος, αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἆρ' οὐχὶ σαφῶς ἔν γε τουτοισὶ τὸ καταφοιτῆσάν τε καὶ ὁδηγοῦν τοὺς λελυτρωμένους ἅγιον Πνεῦμα Κύριόν τε καὶ Θεόν, οὐκ ἀλλότριον, ἀποκαλεῖ; Εἶτα πῶς ἂν εἴη λοιπὸν ἑτεροφυὲς πρὸς Θεὸν τὸ μήτε διῳκισμένον οὐσιωδῶς αὐτοῦ μήτε μὴν ἀλλότριον, ἀλλ' ἴδιον αὐτοῦ; Παραθήγοντες δέ, εἰπέ μοι, τὸ Πνεῦμά τινες, κατὰ τίνα δὴ τρόπον παροργίζουσι Θεόν; Ἢ πῶς ἂν ἔχοιεν ἐχθρὰ φρονεῖν ᾑρημένον οἷς ἀντιφέρεσθαι τὸ Πνεῦμα δοκεῖ; Β. Φράσαις ἂν αὐτός· σὸν γὰρ ἤδη πως καὶ τοῦτο εἰπεῖν. Α. Οὐκοῦν φαίην ἂν ὅτι τῇ πρὸς Θεὸν ἑνώσει τὸ Πνεῦμα Θεὸς καὶ τῇ πρὸς Κύριον ταὐτότητι φυσικῇ τὸ Πνεῦμα Κύριος· γένοιτο δ' ἂν καὶ τοῦτο εὐθὺς ὅτι μάλιστα διαφανές, εἰ καὶ δι' ἑτέρων τις ἕλοιτο διαστείχειν ἐννοιῶν. Καὶ γοῦν, οὐ τόπῳ καὶ περιορισμοῖς, ποσότητί τε καὶ μέτροις ὑποκειμένου Θεοῦ (πρέποι γὰρ ἂν μᾶλλον ταυτὶ γενητοῖς· ἄποσον γὰρ καὶ ἀπεριόριστον, καὶ ἀμέγεθες. καὶ οὐκ ἐν θέσει τῇ κατὰ τόπον νοεῖται τὸ Θεῖον, ἐπείπερ ἐστὶν ἀσώματον παντελῶς), καὶ αὐτὸ φανεῖται τὸ Πνεῦμα τοῖς τῆς θείας φύσεως ἐκπρεπὲς ἰδιώμασι, σὺν Πατρί τε καὶ Υἱῷ τὰ πάντα πληροῦν καὶ ἐν πᾶσιν εἶναι πεπιστευμένον. Ἔφη μὲν γάρ που δι' ἑνὸς τῶν προφητῶν ὁ πάντα ἐν πᾶσι Θεός· «Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;»

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
