# De sancta trinitate dialogi i-vii 649

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 649. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/649

Περιτιθεὶς δὲ τὸ χρῆμα τῷ Υἱῷ, γέγραφεν ἡμῖν ὁ Παῦλος· «Ὁ καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.» Ἀναμελῳδεῖ δὲ πρὸς Θεὸν καὶ ὁ θεσπέσιος Δαβίδ· «Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Οὐκοῦν εἰ τόπος οὐδεὶς ἔνθα μὴ ἔστι τὸ Πνεῦμα, καὶ πληροῦντος τὰ πάντα τοῦ Πνεύματος, Θεὸς ὁ πληρῶν, κατὰ τὸ ὑπό του καλῶς εἰρημένον ὅτι «Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς·» πῶς ἂν γένοιτο λοιπὸν ἄποπτόν τε καὶ ἀσυμφανὲς ὅτι τῇ πρὸς Θεὸν ἑνώσει φυσικῇ τὸ Πνεῦμα Θεός; Εἰ δὲ καὶ συνέχει τὰ πάντα, πῶς ἂν εἴη κτιστὸν ἢ γενητόν, καίτοι τοῦ πάντα πᾶν εἶδός τε καὶ γένος οὐσίας, πεποιημένης δὲ δηλονότι, κατακλείοντος ὥσπερ ἐν ἑαυτῷ, καὶ ἕτερον ἐναργῶς παρὰ πάντα καταδεικνύντος τὸ συνέχον αὐτά; Ὃ δὲ μὴ ἔστιν ἐν πᾶσιν, ἀλλ' ἔξω τοῦ πάντα, φυσικῶς ὑπερκείσεταί που τὰ γενητά, καὶ τὴν τῶν παρ' αὐτοῦ πληρουμένων τε καὶ συνειλημμένων ὑπεραλεῖται φύσιν. Θεὸς δὲ ἤδη τὸ ὑπὲρ κτίσιν· ἢ οὐκ ἀληθὲς ὅ φημι; Β. Σύμφημι· πλὴν ἐροῦντας ἴσθι τοι πάλιν ὡς εἴη τὸ Πνεῦμα κτιστόν τε καὶ γενητόν. Θεὸς γάρ πού φησι, προσπεφώνηκέ τις τῶν ἀρχαιοτέρων· «Ἐγώ εἰμι Κύριος στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὕψη τῆς γῆς.» Α. Καὶ μήν, ὦ ἑταῖρε, τὴν τοῦ ἁγίου Πνεύματος δόξαν καταπημήνειεν ἂν οὔτι που τὸ παροισθὲν ἀρτίως, εἰ μὴ ἀδρανῆ τις ἔχοι καὶ παρεφθαρμένον τὸν νοῦν. Πνεῦμα γὰρ ὠνομασμένον ἁπλῶς καὶ ἀδιακρίτως, οὐχὶ πάντη τε καὶ πάντως τὸ ἅγιόν τε καὶ θεῖον κατασημήνειεν ἄν· ἢ γὰρ ἂν ἔφην οὐκ ἀπίθανον κομιδῇ τὸν τῆς δυσφημίας αὐτοῖς ἐκπεποιῆσθαι λόγον· ἀλλ' ὁμωνύμως ἐκφέρεται καὶ κατὰ πλείστων ὅσων λόγῳ τῷ κατὰ φύσιν εἰς ἀνομοιότητα διατετμημένων. Πνεῦμα γὰρ ὁ ἄγγελος, καὶ μὴν καὶ ἀνθρώπου ψυχή, καὶ τὸ ἐγκόσμιόν τε καὶ ἀερῶδες κίνημα. Εἶτα τί, παρέντες τὸ λίαν ἐξακριβοῦν καὶ φυλοκρινεῖν εὖ μάλα κατὰ καιροὺς τὸ δηλούμενον, ἑώλοις φενακισμοῖς καταλυπεῖν ἐγνώκασι τὸ ὑπὲρ τὴν κτίσιν καὶ δημιουργὸν ἑνώσει τῇ πρὸς τὸν ἕνα καὶ φύσει δημιουργόν; Ὁ γάρ τοι προφήτης, μᾶλλον δὲ δι' αὐτοῦ Θεός, οὐχὶ τὸ ἴδιον ἔφη παρενεγκεῖν εἰς τὸ εἶναι Πνεῦμα, πολλοῦ γε καὶ δεῖ·

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
