# De sancta trinitate dialogi i-vii 651

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 651. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/651

θάνατον ἀναγεγραφότος, καὶ τὸν ἐκ τῆς ἀναστάσεως ἀνακαινισμὸν εὖ μάλα προϋμνηκότος. Ἔφη γὰρ ὧδε πρὸς Θεόν· «Ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Α. Ὁ τοίνυν ἀναπλασμὸς καὶ ἡ τοῦ κατεφθαρμένου μεταδρομὴ πρὸς καινουργίαν τε καὶ ἀναμόρφωσιν ἔργον ἂν γένοιτο, κατά γε τὸ εἰκὸς καὶ αὐτῷ μοι δοκοῦν εὖ ἔχειν, τῆς αὐτῆς φύσεως τε καὶ ἐνεργείας ἧς ἂν φαίνοιτο καὶ τὸ ἐν ἀρχαῖς ἀπορρήτως πλαστουργηθέν. Β. Σύμφημι. Α. Πῶς οὖν ἄρα τὸ δι' οὗ καὶ ἐν ᾧ Θεὸς ἐνεργὸς περὶ τὴν κτίσιν καὶ τῶν ὅλων ὁρᾶται δημιουργὸς γενητὸν ἂν εἴη καὶ ἐκτισμένον; Ὥρα γὰρ ἤδη πως ἡμᾶς εἰπεῖν ὡς, εἴπερ ὧδε ἔχειν ἐροῦσι τὸ χρῆμα, κτιστὴν εἶναι τοῦ Θεοῦ τὴν ἐνέργειαν καὶ οὐχ ἑκόντες ὁμολογήσουσι. Καὶ τί τὸ ἐντεῦθεν; Θεομισὴς δυσφημία, παλίμφημοι δόξαι, καὶ τῆς εἰς ἄκρον ἡκούσης ἀμαθίας ἐγκλήματα. Ἐρεῖ γάρ, οἶμαι, τὶς τῆς ἀνδράσι πρεπούσης σοφοῖς εὐκοσμίας ἠφειδηκὼς ἁπλοῦν καὶ ἀσύνθετον κυρίως τε καὶ πρώτως τὸ Θεῖον, ὦ τᾶν, οὐκ ἐκ φύσεως καὶ ἐνεργείας ὡς παρ' αὐτὸ φυσικῶς ἑτέρας συντεθεῖσθαι νοούμενον, ἀλλ' ἕν τι τὸ σύμπαν ὑπάρχειν μεθ' ὧν ἂν οὐσιωδῶς ἔχοι πεπιστευμένον. Οὐκοῦν εἰ λέγοιτο κτιστὴν καὶ πεποιημένην τὴν ἐνέργειαν ἔχειν, ἰδίαν οὖσαν αὐτοῦ, τουτέστι τὸ Πνεῦμα, καὶ αὐτό που πάντως ἔσται κτιστόν, ἐπεὶ μὴ ἕτερόν τι παρ' αὐτὸ τὸ ἐνεργὲς αὐτοῦ. Ἆρ' οὐ στυγητὸς καὶ ἀπεχθὴς ὁ λόγος, καὶ πολὺ διανενευκὼς εἰς τὸ πεποιῆσθαι δυσσεβῶς; Β. Παντάπασι μὲν οὖν. Α. Καθίκοιτο δ' ἂν καὶ εἰς ἑτέραν αὐτοῖς ἀτοπίαν ἡ δόξα. Β. Ποίαν δή τινα φῄς; Α. Κύριος τῶν δυνάμεων κατωνόμασται ὁ Θεός, ἔστι δέ που πάντως καὶ ἀληθὲς τὸ ὑμνούμενον. Β. Ἀληθές· πῶς γὰρ οὔ; Α. Εἴ τι τοιγαροῦν τὴν ἀνωτάτω τε καὶ θείαν ὑποκάθηται φύσιν, ἰδίαν μὲν οὐκ ἂν ἔχοι δύναμιν· ἕρπει δὲ ὥσπερ ἀπὸ πηγῆς τοῦ Θεοῦ, κατά γε τὸ αὐτῷ μοι δοκοῦν, ἐφ' ἕκαστον τῶν δυναμουμένων ἡ δύναμις, καθάπερ ἀμέλει καὶ ἡ σοφία, καὶ τὰ ὧν ἐστι δοτήρ. Ὃ γάρ ἐστι κατὰ φύσιν ὁ πάντων Δεσπότης μεθεκτῶς ἔσται καὶ παρ' αὐτοῦ τὰ πεποιημένα, ὥστε καὶ ἄγαμαί τι καλῶς εἰρημένον τό «Τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες;» Ἐφαρμόσειε γὰρ ἄν, ὡς ἔοικεν, εἴ τις ἕλοιτο φιλοσοφεῖν, οὐχ ἡμῖν γε μόνοις τοῖς ἐπὶ γῆς αὐτό, μᾶλλον δὲ ἁπάσῃ τῇ κτίσει.

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
