# De sancta trinitate dialogi i-vii 653

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 653. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/653

Α. Τί δὲ δὴ τὴν ἀνθρώπου φύσιν τε καὶ γένεσιν οὐκ εἰς τελειότητα τότε δὴ μόλις τὴν αὐτῇ πρεπωδεστάτην ἀνῆχθαί φαμεν ἡνίκα διὰ τοῦ Πνεύματος τὸν θεῖον ἐφ' ἑαυτῇ πεπλούτηκεν ἐξεικόνισμον; Καὶ μὴν τοῦτό γέ ἐστιν οὐκ ἀσυμφανές, εἰ τόν γε τῆς φύσεως ὄλισθον, καὶ τὸν εἰς τὸ εὖ εἶναι μεταπλασμὸν διενθυμοῖτό τις. Διανενευκότος γὰρ τοῦ ζῴου πρὸς τὸ πλημμελές, καὶ τὴν εἰσποίητον ἁμαρτίαν ἐκ τῆς εἰσάπαν φιλοσαρκίας ἠρρωστηκότος, τὸ πρὸς θείαν εἰκόνα διαμορφοῦν αὐτὸ καὶ σημάντρου δίκην ἀπορρήτως ἐντεθειμένον ἀπενοσφίζετο Πνεῦμα, φθαρτόν τε οὕτω καὶ ἀκαλλὲς καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων συνειληχὸς ἀναπέφανται; Ἐπειδὴ δὲ ὁ τῶν ὅλων γενεσιουργὸς ἀνακομίζειν ἤθελεν εἰς ἑδραιότητά τε καὶ εὐκοσμίαν τὴν ἐν ἀρχαῖς τὸ διολισθῆσαν εἰς φθοράν, παράσημόν τε καὶ ἀκαλλὲς διὰ τὴν εἰσποίητον γεγονὸς ἁμαρτίαν, ἐνῆκεν αὖθις αὐτῷ τὸ ἀποφοιτῆσάν ποτε θεῖόν τε καὶ ἅγιον Πνεῦμα, μεταστοιχειοῦν εὖ μάλα πρὸς τὴν ὑπερκόσμιον εἰκόνα, καὶ πεφυκὸς καὶ δυνάμενον διὰ τοῦ πρὸς ἰδίαν ἡμᾶς μεταρρυθμίζειν ἐμφέρειαν. Τὸ τοίνυν συνέχον εἰς τὸ εὖ εἶναι τὸ ποιηθὲν καὶ κατακαλλύνειν εἰδὸς σχέσει τῇ πρὸς αὐτὸ καὶ διαμορφοῦν τὸ ζῷον εἰς ὁμοίωσιν Θεοῦ, κατόπιν ἰέναι διακεισόμεθα τοῦ Δημιουργοῦ, καὶ διὰ τῆς εἰς ἔκφυλον ἑτερότητα διακοπῆς διοικοῦμεν αὐτοῦ τὸ διαπρέπειν ἐν τελειότητι τῇ ἑκάστῳ πρεπωδεστάτῃ, τοῖς παρ' αὐτοῦ κτίσμασι δωρούμενον; Ἢ ἰσοφυές τε καὶ ὁμοούσιον εἶναι λέγοντες αὐτῷ τὸ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ κατὰ φύσιν, ὁλοκλήρῳ τῇ δημιουργίᾳ τιμήσομεν, καὶ ὅλην ὥσπερ αὐτῷ τὴν ἐπὶ τοῖς γεγονόσιν ἐνέργειαν ἀναθήσομεν, ἐκτετελεσμένην δι' Υἱοῦ ἐν Πνεύματι; Β. Ὀρθῶς εἰρῆσθαι ταυτὶ φαίην ἂν ὅτι μάλιστά γε. Α. Ὅτι δὲ δι' Υἱοῦ ἐν Πνεύματι πάντα διὰ πάντων, καὶ μὴν καὶ ἐν πᾶσι τὸ ἐνεργὲς τοῦ Πατρὸς ἐκφαίνεται, πῶς οὐκ ἀταλαίπωρον κἀντεῦθεν ἰδεῖν; Ἀπόχρη μὲν γὰρ εἰς ἀπόδειξιν τὸ στερεοῦσθαι μὲν οὐρανοὺς τῷ Λόγῳ Κυρίου, εἶναι δὲ αὐτοῖς τὴν ὅλην ἰσχὺν ἐν Πνεύματι, κατὰ τὸ πάλαι καλῶς ὑμνούμενον. Παροίσω δ' οὖν ὅμως διὰ τῆς τοῦ Πνεύματος ἐνεργείας τερατουργοῦντα Χριστόν· γέγραπται γὰρ ὅτι «Ἤγετο ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν·» καί που καὶ τοῖς Ἰουδαίοις ἀνόσια πεφλυαρηκόσι καὶ τὴν ἀγροῖκον ἐπ' αὐτῷ διαθήγουσι γλῶτταν εἰκότως ἐπιτιμῶντα· ἔφασκον γὰρ ὅτι

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
