# De sancta trinitate dialogi i-vii 655

Cyrillus, De sancta trinitate dialogi i-vii, Page 655. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/de-sancta-trinitate-dialogi-i-vii/655

Α. Μόνου τοιγαροῦν τὴν ἀθανασίαν οἴκοθέν τε καὶ ἐν ἰδίᾳ φύσει λαχόντος Θεοῦ καὶ ζωῆς εἶναι πεπιστευμένου, πῶς ἂν εἴη τὸ Πνεῦμα ζωοποιόν, καίτοι τελοῦν κατ' ἐκείνους ἐν τοῖς ζωοποιουμένοις, εἰ μὴ διαπέφευγε τὸ εἶναι κτιστός; Ἀλλὰ μὴν οὐχ ὧδε ἔχει· ζωοποιὸν γὰρ τὸ Πνεῦμα, ἥκιστά γε μὴν τῆς παρ' ἑτέρου ζωῆς μέτοχον ἢ ἐπιδεές· φενακισμὸς ἄρα καὶ ψευδηγορία τηνάλλως τὰ κατ' αὐτοῦ τοῖς θεομάχοις ἐξευρημένα. Ἀλλ' οὐκ ἀδελφὴν καὶ συμβαίνουσαν ταῖς παρ' ἐκείνων τερθρείαις εἰσδεδεγμένοι τὴν δόξαν, τὴν ἐπ' εὐθὺ βαδιούμεθα, διανευμάτων μὲν ὥσπερ καὶ ῥοπῆς τῆς εἰς πᾶν ὁτιοῦν ἀκαλλὲς καὶ ἐξεστραμμένον τὸν νοῦν ἀπαλλάττοντες, μόνοις δὲ τοῖς ἱεροῖς μυσταγωγούμενοι Γράμμασι, καὶ τὴν ἀκραιφνῆ τοῦ Πνεύματος δόξαν ἐνθένδε καταθεώμενοι, Θεὸν εἶναί τε καὶ ἐκ Θεοῦ πιστεύομεν, οὐκ ὀθνείοις τισὶ καὶ τοῖς θύραθεν ἀγαθοῖς κατηγλαϊσμένον, ἀλλ' αὐτὸ κατὰ φύσιν ὑπάρχον, ὅσα καὶ Θεός. Καὶ γοῦν προσεκτέον γὰρ πανταχῇ ταῖς τῶν ἀποστόλων φωναῖς, «Ἐν Θεῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.» Καὶ περὶ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς Τιμοθέῳ φησὶν ὁ σοφώτατος Παῦλος· «Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωογονοῦντος τὰ πάντα.» Λαζάρου δὲ τὴν ὁμαίμονα μυσταγωγῶν ὁ Χριστός· «Ἐγώ εἰμι, φησίν, ἡ ἀνάστασις καὶ ἡ ζωή.» Περὶ δέ γε τοῦ ἁγίου Πνεύματος· «Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν.» Ὅτε τοίνυν ζωογονοῦντος τὰ πάντα τοῦ Θεοῦ καὶ Πατρός, ὄντος τε ζωῆς τοῦ Υἱοῦ, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν, τίς ἂν ἀποτέμοι καὶ ἐξοικίσαιτο τῆς ζωῆς τὴν ζωοποιὸν αὐτῆς δύναμιν, καὶ οὐχ ἕτερόν τι τὴν ζωὴν ἀποφανεῖ παρ' ὅπερ εἶναι πεπίστευται, μᾶλλον δὲ ζωὴν οὐκ ἔτι; Τὸ γὰρ τοῦ ζωοποιεῖν δύνασθαι κατὰ φύσιν τητώμενον, πῶς ἂν ἔτι νοοῖτο ζωή; Β. Ζωοποιὸν τὸ Πνεῦμά φασιν, ὡς διακονοῦν τοῖς κτίσμασι τὴν παρὰ Θεοῦ ζωήν, οὐ μὴν αὐτόχρημα ζωήν. Α. Ἀλλ' οὐ θεσμοθέται καὶ ὁρισταὶ τῶν ὑπὲρ νοῦν καὶ λόγον οἱ κίβδηλον οὕτω νοσοῦντες τὴν παραφθορὰν εἰσδεχθεῖεν ἄν, ἄμαχον ὥσπερ τι τὸ σφίσι δοκοῦν εἰσκεκομικότες· ὑποτετάξονται δὲ μεθ' ἡμῶν τοῖς ἱεροῖς τε καὶ θείοις Γράμμασιν, οὐ τῆς παρ' ἑτέρου ζωῆς ὑπουργόν, ἀλλ' αὐτόχρημα ζωὴν ὑπάρχειν διακηρύττουσιν ἐναργῶς τὸ τῆς κατὰ φύσιν ζωῆς ζωοποιόν τε καὶ ἅγιον Πνεῦμα. Ὧδε γάρ που πάλιν ὁ μακάριος ἔφη Παῦλος· «Εἰ δὲ τὸ

---

Cyrillus Theol., De sancta trinitate dialogi i-vii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg023.local001/.
