Ancient Greek · ~4 min
Volume 76
Cyrillus Theol., De synagogae defectu (fragmentum) [Sp.] 76.1421
Not analysed yet
DE SYNAGOGE DEFECTU SEU TRANSNOMINATIONE ABRAMI IN ABRAHAMUM. Τοῦ ἁγίου Κυρίλλου, ἐκ τοῦ λόγου, οὗ ἡ ἐπιγραφή· «Ἀπόδειξις διὰ τῶν ἀρχῆθεν γεγενημένων θείων χρησμῶν τοῖς θεσπεσίοις πατριάρχαις περὶ τῆς ἀμείψεως καὶ μεταθέσεως τῶν Ἰουδαίων καὶ τῶν ἐθνῶν.» Ἡ τοῦ Ἀβραὰμ ἀντωνομασία κατείληπται σημαίνουσα τὸν τριαδικὸν ἀριθμὸν τῶν θεαρχικῶν ὑποστάσεων· ἐπεὶ γὰρ Ἄβραμ ὠνομάσθη ὁ θεσπέσιος πατριάρχης, Ἀβραὰμ ἀντωνομάσθη θεόθεν. Εἰ μέν τις ἕλοιτο διερμηνεῦσαι τουτὶ, τοῦ ὀνόματος τὸ προκαταρκτικὸν στοιχεῖον τὸ α ἄγων μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ, τοῦ β φημι, πάντως εὑρήσει καθ' ὑπερβιβασμὸν τοῦ μετὰ τὸ ρ α, σημαῖνον Πατήρ· τὸ γὰρ ἀβὰ, πατὴρ ἑρμηνεύεται δήπουθεν. Εἰ δέ γε πάλιν διῃρημένως τὸ δεύτερον τῇ θέσει στοιχεῖον, λέγω δὴ τὸ β, μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ ρ, διασαφῆσαι θελήσει, πάλιν εὑρήσει καθ' ὑπερβιβασμὸν ὡσαύτως τοῦ αὐτοῦ α, σημαῖνον Υἱός· τὸ γὰρ βὰρ, υἱὸς ἑρμηνεύεται δήπουθεν. Εἰ δὲ τὸ τελικὸν στοιχεῖον, λέγω δὴ τὸ μ, μετὰ τοῦ συνημμένου καὶ συμπελάζοντος αὐτῷ προσαναγνῶναι καὶ διασαφῆσαι βουληθείη,