# Dialogus cum Nestorio [Sp.] 76.249

Cyrillus, Dialogus cum Nestorio [Sp.], Volume 76. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/dialogus-cum-nestorio-sp/76.249

ΤΟΥ ΑΥΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΔΙΑΛΕΞΙΣ ΠΡΟΣ ΝΕΣΤΟΡΙΟΝ ΟΤΙ ΘΕΟΤΟΚΟΣ Η ΑΓΙΑ ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΟΥ ΧΡΙΣΤΟΤΟΚΟΣ. ΝΕΣΤΟΡΙΟΣ. Ὅταν ἡ θεία Γραφὴ διαλέγηται γέννησιν Χριστοῦ ἐκ Μαρίας τῆς παρθένου [ἢ] θάνατον, οὐδαμοῦ τεθεῖσα φαίνεται Θεοῦ, ἀλλὰ Χριστοῦ ἢ Κυρίου ἢ Ἰησοῦ, ἐπειδὴ τὰ τρία ταῦτα τῶν δύο φύσεων σημαντικὰ, ποτὲ μὲν ταύτης, ποτὲ δὲ ἐκείνης· οἷόν τι λέγω· Ὅταν τὴν ἐκ Παρθένου γέννησιν ἡμῖν τοῦ Χριστοῦ μηνύει [cod. μηνύων] ὁ Ἀπόστολος, λέγει· «Ἐξαπέστειλεν ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν γενόμενον ἐκ γυναικός·» οὐκ εἶπε δὲ, Ἐξαπέστειλε τὸν Θεὸν Λόγον· λαμβάνει δὲ τὸ ὄνομα τὸ μηνύον τὰς δύο γενέσεις, ἤτοι Θεὸν [cod. Θεὸς] καὶ ἄνθρωπον, ἐπειδὴ διπλοῦς ἐστιν ὁ Χριστός· Υἱὸν γὰρ Θεοῦ ἐγέννησεν ἡ Παρθένος, καθότι ἔφησεν· «Ὑμεῖς δὲ θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες·» ὄθεν Χριστοτόκον, Κυριοτόκον, ἀνθρωποτόκον ἐμάθομεν ἀπὸ τῆς Γραφῆς λέγειν, Θεοτόκον δὲ οὐδαμῶς ἐδιδάχθημεν λέγειν τὴν ἁγίαν Παρθένον. ΚΥΡΙΛΛΟΣ. Ἡσαΐας βοᾷ ἐν Πνεύματι λέγων· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι

---

Cyrillus Theol., Dialogus cum Nestorio [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg110.local001/.
