Ancient Greek
Volume 76
Cyrillus Theol., Dialogus cum Nestorio [Sp.] 76.252
Not analysed yet
μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός· Θεὸς οὖν ὁ τεχθεὶς, κἂν θέλῃς, κἂν μὴ θέλῃς. ΝΕΣΤ. Ὁ ἄγγελος τῷ Ἰωσὴφ εἶπεν· «Ἀναστὰς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι·» οὐκ εἶπε δὲ, Παράλαβε τὸν Θεὸν καὶ τὴν μητέρα αὐτοῦ. ΚΥΡ. Ἀλλ' ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τὴν Παρθένον λέγει· «Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον, υἱὸς Ὑψίστου κληθήσεται.» ΝΕΣΤ. Ὁ Ἀπόστολος ἔφη· «Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών·» ὅπερ ἐστὶ τὸ ἡμέτερον ἐνδυσάμενος σῶμα, ἔνθα προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς Κυριακὸς ἄνθρωπος. ΚΥΡ. Πᾶν τὸ γενόμενον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· οὐκ ἀναιρεῖ δὲ τῆς γεννήσεως παράδοξον· ὡς γὰρ ὁ Θεὸς τίκτει θεϊκῶς, οὕτω καὶ ἡ θεοπρεπὴς Παρθένος ἔτεκεν ἐν σαρκὶ τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. ΝΕΣΤ. Πᾶσα μήτηρ τὸ ὁμοούσιον αὐτῆς τίκτει· οὐκ ἔστιν οὖν αὐτοῦ μήτηρ, εἰ μὴ αὐτὸς ὁμοούσιος αὐτῆς ὑπάρχει· πῶς γὰρ αὐτοῦ μήτηρ τοῦ ἀλλοτρίου τῆς οὐσίας αὐτῆς ὑπάρχοντος [cod. τὸ ἀλλότριον ὑπάρχον]; ΚΥΡ. Ἡμᾶς ἐκ Παρθένου καὶ ἐκ Πνεύματος ἁγίου ἕνα Υἱὸν ἐδιδάχθημεν ὁμολογεῖν, ὁμοούσιον τῇ μητρὶ ὡς τῷ Πατρὶ, καθὼς οἱ Πατέρες εἰρήκασιν. ΝΕΣΤ. Διαιρῶ τὰς φύσεις, ἑνῶ τὴν προσκύνησιν, ἐπειδὴ ἀχώριστος τοῦ φαινομένου Θεός· διὰ τοῦτο οὐ χωρίζω τὴν τιμήν. ΚΥΡ. Ὁ διαιρῶν τὰς φύσεις, δύο υἱοὺς λέγει, μὴ πιστεύων τῇ Γραφῇ λεγούσῃ, ὅτι «Ὁ Λόγος σὰρξ ἐγένετο.» ΝΕΣΤ. Παῦλος λέγει «ἀρχιερέα καὶ ἀπόστολον τῆς ὁμολογίας ἡμῶν γενέσθαι Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι ἑαυτὸν, θυσίαν ἑαυτὸν προσέφερεν ὑπὲρ ἑαυτοῦ ὡς ὑπὲρ τοῦ λαοῦ· ὅθεν ἀρχιερεὺς καθίσταται τὰ πρὸς τὸν Θεόν.» ΚΥΡ. Παῦλος λέγει· «Χριστὸς ἅπαξ προσενεχθεὶς εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται.» Καὶ πάλιν· «Ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ δόλος οὐχ ὑπῆρχεν ἐν τῷ στόματι αὐτοῦ·» καὶ ἰδοὺ αὐτὸς ἑαυτὸν προσφέρει ὑπὲρ ἡμῶν· ἴδε οὖν οὐχ ὑπὲρ ἑαυτοῦ ἀνήνεγκεν αὑτὸν, ἀλλ' ὑπὲρ τοῦ λαοῦ. ΝΕΣΤ. Αὐτοῦ λέγοντος· «Ὁ τρώγων μου τὴν σάρκα, καὶ πίνων μου τὸ αἷμα, ζήσεται δι' ἐμοῦ, καθὼς ἐγὼ ζῶ διὰ τὸν ἀποστείλαντά με Πατέρα.»