Ancient Greek
Volume 77
Cyrillus Theol., Encomium in sanctam Mariam deiparam (homilia diversa 11) 77.1029
Not analysed yet
ΟΜΙΛΙΑ ΙΑʹ. Ἐγκώμιον εἰς τὴν ἁγίαν Μαρίαν τὴν Θεοτόκον. Φαιδρὸς ἡμῖν ὁ λόγος, καὶ χάριτος ἐμπεπλησμένος, ἐπειδὴ καὶ λαμπρὰ ἡ τῶν ἁγίων Πατέρων σύνοδος. Καὶ γὰρ σφόδρα μου ἐν λύπῃ ὑπάρχοντος διὰ τὴν παράνομον βλασφημίαν Νεστορίου διήπειρον τοῦτο τὸ πολύκλονον καὶ πολυειδὲς καὶ ἀγγελικὸν καὶ ἐπουράνιον θέατρον. Οὗτοι οἱ τῆς εὐσεβείας διδάσκαλοι, οἱ στύλοι καὶ ὄροφοι τῆς πίστεως, οἱ πύργοι οἱ ἀσάλευτοι, οἱ λιμένες οἱ γαμνοφόροι, οἱ πιστοὶ καὶ φρόνιμοι οἰκονόμοι, οἱ σοφοὶ ἀρχιτέκτονες, οἱ τὸν αἰθέριον πλοῦν, καὶ ἰσάγγελον βίον ἐπὶ γῆς διάγοντες, οἱ τῶν προφητῶν σύσκηνοι, καὶ τῶν ἀποστόλων σύνθρονοι, καὶ τῶν ἁγίων Ἐκκλησιῶν προστάται, οἱ τῆς μιαρᾶς βλασφημίας ἔκδικοι, οἱ τῆς ἡμετέρας πτωχείας, μᾶλλον δὲ εὐφημίας, σοφοὶ ἀντιλήπτορες, οἱ τὸν καλλιεπῆ καὶ θεόμορφον τῆς ἀρχιερωσύνης θρόνον ἐπέχοντες, οἱ τὰ μελίῤῥυτα πηγάζοντες νάματα, οἱ τῆς Θεοῦ φρονήσεως πνευματικοὶ ῥήτορες, οἱ τὴν τετραπέρατον οἰκουμένην τῇ ἀκαμάτῳ ὁδοιπορίᾳ βαδίσαντες, οὓς οὔτε καύσων, οὔτε πελάγη θαλάττης,