Ancient Greek
Volume 77
Cyrillus Theol., Encomium in sanctam Mariam deiparam (homilia diversa 11) 77.1033
Not analysed yet
Θεοτόκε, δι' ἣν προφῆται κελαδοῦσιν, δι' ἢν ποιμένες δοξολογοῦσιν, λέγοντες σὺν ἀγγέλοις τὸν φοβερὸν ἐκεῖνον ὕμνον· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.» Χαίροις, Μαρία Θεοτόκε, δι' ἣν ἄγγελοι χορεύουσιν, ἀρχάγγελοι σκιρτῶσι φρικωδεστάτους ὕμνους ἀναπέμποντες. Χαίροις, Μαρία Θεοτόκε, δι' ἣν μάγοι προσκυνοῦσιν, ὑπὸ ἀστέρος λαμπαδούχου ὁδηγούμενοι. Χαίροις, Μαρία Θεοτόκε, δι' ἣν τὸ δεκάκτινον κάλλος τῶν ἀποστόλων ἐκλέλεκται. Χαίροις, Μαρία Θεοτόκε, δι' ἣν Ἰωάννης ἔτι ὢν ἐν τῇ κοιλίᾳ τῆς μητρὸς αὐτοῦ ἐσκίρτησεν, καὶ προσεκύνησεν ὁ λύχνος τῷ φωτὶ τῷ ἀκοιμήτῳ. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς προῆλθεν ἡ χάρις ἡ ἀνεκλάλητος, περὶ ἧς ὁ Ἀπόστολος βοῶν ἔλεγεν· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις.» Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς προῆλθε τὸ φῶς τὸ ἀληθινὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ λέγων ἐν τοῖς Εὐαγγελίοις· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου.» Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς ἐπέλαμψε φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. «Ὁ λαὸς γὰρ, φησὶν, ὁ καθήμενος ἐν σκότει, ἴδε φῶς μέγα.» Ποῖον ἄρα φῶς, εἰ μὴ τὸν Κύριον ἠμῶν Ἰησοῦν Χριστὸν, τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον; Χαίροις, Μαρία Θεοτόκε, δι' ἣν ἐν Εὐαγγελίοις κηρύσσεται· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·» δι' ἣν καὶ ἐν πόλεσιν καὶ ἐν κώμαις καὶ ἐν νήσοις Ἐκκλησίαι ὀρθοδόξων τεθεμελίωνται. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς προῆλθεν ὁ τοῦ θανάτου νικητὴς, καὶ τοῦ ᾅδου ὀλοθρευτής. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς προῆλθεν ὁ τοῦ πρωτοπλάστου πλάστης, καὶ τῆς παραβάσεως αὐτοῦ διορθωτὴς, καὶ τῆς ἐν οὐρανῷ βασιλείας ὁδηγός. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς ἤνθησε καὶ ἐξέλαμψε τὸ τῆς ἀναστάσεως κάλλος. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς βάπτισμα ἁγιοσύνης φρικτόν τε καὶ Ἰορδανικὸν ἔῤῥευσεν. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς ὁ Ἰωάννης καὶ Ἰορδάνης ἁγιάζονται, καὶ διάβολος ἀτιμάζεται. Χαίροις, Μαρία Θεοτόκε, δι' ἧς πᾶσα πνοὴ πιστεύουσα σώζεται. Χαίροις, Μαρία Θεοτόκε· διὰ σοῦ γὰρ καὶ τὰ θαλάττια κύματα γαληνιῶντα καὶ ἡσυχάζοντα, τοὺς συνδούλους ἡμῶν καὶ συλλειτουργοὺς μετὰ χαρᾶς καὶ ἡμερότητος ἐβάστασαν. Καὶ γὰρ ἡ γῆ ποτε ὑπὸ λῃστῶν πατουμένη, τῇ τῶν ἁγίων Πατέρων ἐπιδημίᾳ εἰς εἰρήνην μεταβέβληται. Γέγραπται γάρ· «Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην. «Ποίαν εἰρήνην; τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν κήρυκα τῆς εἰρήνης, τὸν λέγοντα ἐν τοῖς ἁγίοις Εὐαγγελίοις· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.» Ποίαν εἰρήνην; ἣν βλασφημήσας Νεστόριος οὐ παρεδέξατο λέγων, ὅτι Οὐκ ἐτέχθη, φησὶν, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ τοῦ Θεοῦ Υἱὸς Λόγος ἐκ τῆς Παρθένου Μαρίας, μήτε ἄτρωτον τὸν τῆς παρθενίας τόκον ἐπιστάμενος, μήτε τῇ ἀρχαγγελικῇ φωνῇ πιστεύων τῇ λεγούσῃ· «Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.»