# Encomium in sanctam Mariam deiparam (homilia diversa 11) 77.1036

Cyrillus, Encomium in sanctam Mariam deiparam (homilia diversa 11), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/encomium-in-sanctam-mariam-deiparam-homilia-diversa-11/77.1036

Περσικῇ γὰρ βασιλείᾳ ἐξομοιούμενος, καὶ τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἀθετεῖν πειρώμενος, ἐπὶ ἀπωλείᾳ πολλῶν καὶ βλασφημίᾳ ψυχῶν ταῦτα ἐμυθολόγησεν. Ἀλλ' ἐπειδὴ τῇ προτέρᾳ πολλὰ περὶ τοῦ κακῶς δυσφημήσαντος τούτου ἀλεκτρυόνος ἐκελάδησα, ὅτε τὸν πέρδικα ὑμῖν εἰσηγησάμην, ὃν Ἱερεμίας ὁ προφήτης ἐκήρυξε λέγων, «Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκεν·» καὶ πάλιν ὁ μιαρὸς οὗτος καὶ βλάσφημος βλέπων τοὺς κόμητας ὑπερασπίζοντας αὐτοῦ, τούτοις θαῤῥῶν ἀνεπτερύξατο, καὶ δοκῶν ἡμᾶς καταπλῆξαι, μᾶλλον διήγειρεν· δεῦτε, μετὰ στεναγμῶν καὶ δακρύων συνήθως εἴπωμεν· «Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄρχουσιν.» Οὗτος γὰρ, οὗτος ὁ ἐπικατάρατος τὴν χρυσοβελοθήκην αὐτοῦ κενώσας, ὑπάτους ἡμῖν καὶ κόμητας, καὶ τῶν μαγίστρων χορὸν καὶ βασιλίδων διήγειρεν· ἀλλ' ἡμεῖς εἴπωμεν τὸ προφητικὸν ἐκεῖνο ῥῆμα· «Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ ἡμῶν.» Εἰ γὰρ καὶ πρὸς τὰς ἐξουσίας τοῦ κόσμου, ἢ πρὸς αὐτὸν τὸν εὐσεβέστατον βασιλέα ἐχρῆν τί με λαλῆσαι, οὐ μὴ αἰσχυνθήσομαι, οὐδὲ δειλανδρήσω, ἔχων τὸν προφήτην Δαβὶδ παραινοῦντά μοι συνεχῶς καὶ λέγοντα· «Ἐλάλουν ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.» Τίς ἤκουσεν τοιαῦτα φρικτὰ καὶ φοβερὰ πράγματα; Τὸν ὑπὸ προφητῶν καὶ ἀποστόλων ἡμῖν κηρυττόμενον Χριστὸν καὶ Θεὸν Λόγον, νῦν εἰς ἄνθρωπον μεταμορφούμενον, καὶ τὴν Θεοτόκον ἀνθρωποτόκον λεγομένην. Μή μοι λοιπόν τις λεγέτω τὴν τῶν ἀχαρίστων καὶ μιαρῶν Ἰουδαίων ἀπότομον τόλμαν, ἣν κατὰ Χριστοῦ ἐτόλμησαν οἱ ἀγνώμονες τότε. Τίς γὰρ νῦν παῤῥησίαν ἔδωκεν; Ὁ βλασφημήσας τὸ λόγιον τοῦ Θεοῦ λέγων, ὅτι Ἄνθρωπον ἐσταυρώσατε. Ἔτι δὲ καὶ πλάνην Ἑλλήνων, καὶ κνίσσας ἀνόμους καὶ θυσίας παρανόμους λίθοις προσφερομένας, ἀλλὰ καὶ τοῦτο ἀγνωμοσύνης τὸ ἐπιτήδευμα, μήτε τὴν πικρὰν νόσον Ἀρείου, καὶ τὴν μιαρωτάτην βλασφημίαν τῶν Μανιχαίων, καὶ λοιμικὸν ἐπιτήδευμα Σαβελλίου τε καὶ Πορφυρίου καὶ Φωτεινοῦ τοῦ κακόφρονος, εἰς ὃν ἐγκύψας καὶ οὗτος ἐβλασφήμησεν· οἴμοι. πάντας ὑπερέβαλεν ἡ τούτων κακία, καὶ πεπλήρωται εἰς αὐτὸν τὸ τοῦ ὑπερηφάνου ἐκείνου κεφάλαιον τοῦ λέγοντος· «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω·» ᾧ δὲ ἐῤῥέθη· «Ἄφρων, ταύτῃ τῇ νυκτὶ οἱ ἄγγελοι τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;» Ὅσον γὰρ ἀνηνέχθης εἰς ὕψος μίασμα ὑπάρχων καὶ αἰσχρογενὴς, τοσοῦτον πάλιν κατηνέχθης εἰς βάρα-

---

Cyrillus Theol., Encomium in sanctam Mariam deiparam (homilia diversa 11). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg117.local001/.
