# Epistula canonica ad Domnum (epist. 78) 278

Cyrillus, Epistula canonica ad Domnum (epist. 78), Page 278. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistula-canonica-ad-domnum-epist-78/278

ἦν ἄμεινον ἐννοῆσαι καὶ τὸ ἕτερον· φάσκει γὰρ δύνασθαι μὲν συστῆναι τῇ οἰκείᾳ ὑπολήψει, οὐ λαβεῖν δὲ καιρὸν ἀπολογίας, οὔτε μὴν ἀκρόασιν αὐτῷ προστεθῆναι κανονικήν. Εἰ δ' ἐγεγόνει τι τοιοῦτον, αὐτὴ τῶν ὑπομνημάτων ἡ σύστασις διήλεγξεν ἂν αὐτόν, ἢ ἁλόντα τοῖς αἰτιάμασιν ἔνοχον ἀποπεφασμένον καὶ οὐδὲν ἔχοντα λοιπὸν εἰπεῖν ὡς ἠδικημένον, ἢ γοῦν ἐλεύθερον ἀποφήνασα πάλιν ἐδίδου τὸ προεστάναι τῆς ἐκκλησίας, ἣ καὶ ὑπὸ χεῖρα γέγονε τὴν αὐτοῦ. Οὐδενὸς δὲ πεπραγμένου τοιούτου, καταβοᾷ τοῦ πράγματος· ἀδικίαν ἀφόρητον ὑποστῆναί φησι, καὶ ἀθέσμως ἐκβεβλῆσθαι, προσεπάγων ὅτι καὶ ἡρπάσθη πάντα τὰ προσήκοντα αὐτῷ χρήματα. Ἡ σὴ τοιγαροῦν ὁσιότης ἐννοοῦσα καὶ τὸ τοῖς θείοις κανόσι δοκοῦν καὶ τὸ πρέπον ἐκκλησίᾳ καὶ τοῖς τεταγμένοις εἰς ἱερὰν λειτουργίαν, ἔτι τε πρὸς τούτοις καὶ τὰ παρ' ἡμῶν δυσωπηθεῖσα γράμματα, στη-

---

Cyrillus Theol., Epistula canonica ad Domnum (epist. 78). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg162.local001/.
