# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.409

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.409

θετεῖν προελόμενοι, καὶ πολλῇ χρημάτων ζημίᾳ τὴν ἐπὶ τούτῳ προσηγορίαν ὠνούμενοι, ἱδρῶτα προθέντες τοῖς νέοις ἁμιλλητήριον, πλουσίοις μὲν ἄλλοις ἄθλοις τὸν νικήσαντα γεραίρουσι, μικρὰ δὲ ὅμως τῶν δοθέντων ἡ χάρις, καὶ μέχρι τῶν τῇδε φέρουσα τὴν ἀπόλαυσιν. Ὁ δὲ τῶν δικαίων ἀγωνοθέτης Θεὸς, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, τοῖς εὐσεβέσι χαρίζεται. Ὧν γὰρ ὑπὲρ τὴν φύσιν ἡ γνώμη, διὰ τῶν ἔργων εὑρίσκεται, τούτων ὁ τρόπος τῆς δωρεᾶς τὴν ἀνθρώπου διάνοιαν ὑπερβαλεῖται δικαίως. Ξένην γὰρ ἐπιδειξάμενοι τοῦ βίου τὴν ἀγωγὴν, καὶ τοῖς πολλοῖς ἀγνοουμένην διὰ δυσχέρειαν, ἐφάμιλλον μὲν τοῖς πεπραγμένοις εὑρήσουσι τὴν τιμὴν, ἄμετρον δὲ τοῦ Δεσπότου τὴν φιλανθρωπίαν σπασάμενοι, τοῖς ὑπὲρ τὴν φύσιν ἀγαθοῖς ἐντρυφήσουσι. Φέρε τοιγαροῦν καὶ ἡμεῖς τοὺς εὐσεβείας ἐραστὰς ἐπὶ τὸν ἐτήσιον ἀγῶνα τῶν πόνων καλέσωμεν, καὶ τοῦ προφήτου λέγοντος· «Σαλπίσατε σάλπιγγι ἐν Σιὼν, ἁγιάσατε νηστείαν, κηρύξατε θεραπείαν,» μέγα τι κεκραγότες καὶ διαπρύσιον, τὴν ἱερὰν τῆς Ἐκκλησίας κινήσωμεν σάλπιγγα, εὐσήμῳ δὲ καὶ περιφανεστάτῳ κηρύγματι τῆς ἁγίας ἡμῶν ἑορτῆς τὴν παρουσίαν καταμηνύσωμεν· καὶ τοῦ πανσόφου Θεοῦ λέγοντος πρὸς τὸν ἱεροφάντην Μωσέα· «Ποίησον σεαυτῷ δύο σάλπιγγας, ἀργυρᾶς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν καὶ ὑπεξελθεῖν τὴν συναγωγὴν,» πρὸς τὴν τῶν εἰρημένων δύναμιν, καλῶς ἁρμοσόμεθα. Δύο γὰρ εἶναι κελεύει τὰς σάλπιγγας, ὅτι διπλοῦς τί ἐστι τῆς Ἐκκλησίας ὁ λόγος, εἷς μὲν, ἐπὶ τὴν ὀρθὴν τῶν θείων δογμάτων κατάληψιν τοὺς ἀγνοοῦντας ἔτι καλῶν· ἕτερος δὲ, τὸ μὴ δεῖν τοῖς ἀτόποις τῶν ἔργων ἐμφύρεσθαι συμβουλεύων. Ἀργυρᾶς δὲ τὰς σάλπιγγας εἶναι προστάττει· λαμπρὸς γὰρ καὶ ἀκηλίδωτος ἐπ' ἀμφοτέρων ὁ λόγος· καὶ τῆς ἐν τοῖς δόγμασι πλάνης ἀποφοιτῶν, καὶ τῶν πρακτέων τὴν αἵρεσιν εἰσηγούμενος. Τρεχέτω τοίνυν ἐντεῦθεν ἡμῖν ὥσπερ ἀπὸ βαλβίδος ὁ λόγος, καθάπερ ἐπ' αὐτὴν καλείτω τὴν σκηνὴν τὸν τοῦ νόμου μακρὰν, ἑλκέτω πρὸς τὴν τοῦ νομοθέτου βούλησιν, τὸν διὰ τῆς ἁμαρτίας ἔτι κεχωρισμένον, ἁγιαζέτω νηστείαν, κηρυττέτω θεραπείαν, καθάπερ ὁ προφήτης φησί. Πῶς δ' ἂν ἑτέρως γενώμεθα τῶν τοιούτων ἐργάται· πῶς δὲ τὴν θείαν ἀποπληρώσαιμεν ἐντολὴν, ἢ πάντως, τὸ μὲν εἶναι κακὸν διαφεύγοντες, καὶ τοῖς αἰσχίστοις προσομιλεῖν φυλαττόμενοι, ὅσα δὲ τοὺς νηστεύοντας ἁγιάζειν ἐπίσταται, ταῦτα περὶ πολλοῦ ποιεῖσθαι σπουδάζοντες; Οὕτω γὰρ οἱ καλῶς ἑορτάζειν θέλοντες, τὸν ἀγαθὸν ἡμῶν θεραπεύσουσι Θεόν. γʹ Ἡκέτω τοιγαροῦν εἰς μέσον ἡμῶν ὁ Χριστοῦ μαθητὴς, διδασκέτω τῆς νηστείας τὸν τρόπον, αὐτοῦ λέγοντος ἀκουσώμεθα· «Νηστεία καθαρὰ καὶ ἀμίαντος παρὰ Θεῷ καὶ Πατρὶ αὕτη ἐστίν· ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν· ἄσπιλον ἑαυ-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
