# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.424

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.424

προθυμότερον ἀντεχόμενοι πρὸς ἀλλοκότους ἐπιθυμίας ἐκβαίνειν ἐπείγοντα· οὐχ ὅσα τῷ νομοθέτῃ δοκεῖ χρῆναι ποιεῖν βουλόμενοι, ἀλλὰ νόμον ἑαυτοῖς τὴν οἰκείαν ὁριζόμενοι βούλησιν, καὶ μόνοις τοῖς ἑαυτῶν παιδαγωγούμενοι διατάγμασιν. Οὕτως ἔχοντας γνώμης, καὶ τοῦτον διακειμένους τὸν τρόπον, εὐλόγως θρηνοῦντες, οἱ ἅγιοι λέγουσιν· «Ἀκούσατε λόγον Κυρίου, ὅτι ἐγὼ λαμβάνω ἐφ' ὑμᾶς θρῆνον. Οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ ἔτι μὴ προσθῇ τοῦ ἀναστῆναι.» Καὶ πάλιν· «Καλέσατε τὰς θρηνούσας, καὶ ἐλθέτωσαν· καὶ πρὸς τὰς σοφὰς ἐξαποστείλατε, καὶ φθεγξάσθωσαν, καὶ λαβέτωσαν ἐφ' ὑμᾶς θρῆνον, ὅτι συνετρίβη τὸ ποίμνιον Κυρίου.» Ὁ δέ γε προφήτης Ἱερεμίας, ὥσπερ ἤδη κακωθέντας ὁρῶν, καὶ τῆς τιμωρίας ὄντας οὐ μακρὰν, αὐτοὺς ἐφ' ἑαυτοὺς θρηνοῦντας εἰσάγει, καὶ λέγοντας· «Ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπληρώθησαν αἱ ἡμέραι ἡμῶν, πάρεστι τὸ πέρας ἡμῶν. Κοῦφος ἐγένοντο οἱ διώκοντες ἡμᾶς ὑπὲρ ἀετοὺς οὐρανοῦ.» Πλάνης τοιγαροῦν τοσαύτης καταλαβούσης τὰ σύμπαντα, καὶ πάσης ὑπὸ τοῦ διαβόλου τῆς ὑφ' ἡλίῳ κεκρατημένης, «Ἐπλάτυνεν ὁ ᾅδης, καθά φησιν ὁ προφήτης, τὴν ψυχὴν αὐτοῦ, καὶ ἤνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν.» Ἕλληνες μὲν γὰρ εἰς πολυθεΐαν ἐξ ἀβουλίας πολλῆς ὀλισθήσαντες, καὶ ἀλλάξαντες τὴν δόξαν τοῦ μεγάλου Θεοῦ, ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετραπόδων, καὶ ἑρπετῶν· ὥσπερ ἐξ οὐρίας ἐπὶ τὸ πλεῖν ἐπειγόμενοι, τρέχοντες ἦσαν ἐπὶ τὸν τοῦ θανάτου μυχόν. Ἰουδαῖοι δὲ τῆς δοθείσης αὐτοῖς ἐντολῆς ὀλιγωρήσαντες, μᾶλλον δὲ εἰς τοσαύτην ἐκβεβηκότες ἀμαθίαν, ὡς νομίζειν εἶναί που καὶ δυσκλεὲς ἐκεῖνα πράττοντας φαίνεσθαι, δι' ὧν ἦν αὐτοῖς τῆς ἀρίστης πολιτείας τὴν ψῆφον κερδαίνειν ἐπάναγκες, τὴν αὐτὴν ἐκείνοις βαδίζειν ἠπείγοντο. Ἀλλ' ὥσπερ νυκτὶ καὶ σκότῳ γῆς τε καὶ θαλάττης κατειλημμένων, ὁ πάντων Δεσπότης καὶ Θεὸς, τῶν ἐπὶ γῆς ἑαυτοῦ ποιημάτων τὸ κάλλιστον, τὸν ἄνθρωπον λέγω, περιϊδεῖν οὐκ ἐκαρτέρησεν ἀπολλύμενον, ἀλλὰ, καθάπερ ἀνιάτῳ περιπεσοῦσαν νοσήματι τὴν ἀνθρώπου φύσιν ὁρῶν, πέμπει πρὸς ἡμᾶς τὸν ἑαυτοῦ Λόγον, τὸν μόνον τοῦ διαβόλου καθελόντα τὴν τυραννίδα δυνάμενον, καὶ τῶν συνεχόντων ἡμᾶς ἀπαλλάξαι κακῶν. Ὃς τὴν ἡμετέραν ὁμοίωσιν ἀναλαβὼν, καὶ γενόμενος ἄνθρωπος, καὶ διὰ τῆς ἁγίας Παρθένου Μαρίας τεχθεὶς, οὐχ ὅπερ ἦν ἀναλαβὼν, ἀλλ' ὅπερ οὐκ ἦν προσλαβὼν, τὴν ἡμετέραν σωτηρίαν ἐργάζεται. «Μένει δὲ, καθάπερ ὁ Παῦλός φησι, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας·» οὐ τροπήν τινα τῆς θεότητος ἢ παραλλαγήν τινα ὑπομείνας διὰ τῆς ἐνανθρωπήσεως· ἀλλ' ὢν ὅπερ ἦν, καὶ ἔσται διαπαντός. Οὗτος ἐπιδημήσας τῷ κόσμῳ, τὸν πάλαι βοῶντα διάβολον, «Τὴν οἰκουμένην καταλήψομαι ὡς νοσσιὰν τῇ χειρί

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
