# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.429

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.429

ται. Τί δ' ἂν γένοιτο τῶν τοῦ Σωτῆρος κατορθωμάτων μεγαλοφυέστερον; Πῶς οὐ πάντα νικήσει τὰ θειότερα λόγον; «Δόξα μὲν γὰρ κρύπτει λόγον,» φησὶν ἡ θεία Γραφή. Ὁ δέ γε μακάριος Μωσῆς, καίτοι τοσοῦτος ὑπάρχων ἐν ἀρετῇ, ὡς ἀκοῦσαι λέγοντος πρὸς αὐτὸν τοῦ Θεοῦ· «Οἶδά σε παρὰ πάντας, καὶ χάριν εὗρες παρ' ἐμοὶ,» ἰσχνόφωνον καὶ βραδύγλωσσον ἑαυτὸν εἶναι λέγων οὐκ ᾐσχύνετο, καὶ πρὸς τὴν τοῦ κηρύγματος διακονίαν οὐκ ἐπιτήδειον. Εἰ δὲ ψόγου καὶ πάσης αἰτίας αἰσχρᾶς τὰ τοιάδε λέγων ἀπήλλακται, μᾶλλον δὲ παντὸς ἐπαίνου δοίη τις ἂν τὸν προφήτην ἄξιον, πῶς οὐκ εὐλόγως τοῖς ὑπὲρ νόμον τοῦ Σωτῆρος κατορθώμασι τὸ δύνασθαι τὸν πάντα καταγωνίζεσθαι λόγον παραχωρήσομεν; Ἔτι τε πρὸς τούτοις ἀκόλουθον εἰπεῖν, ὡς ἡμεῖς μὲν οὐ περὶ τοὺς λόγων ἀγῶνας ἠσκήμεθα, οὐδὲ γλώττης Ἀττικῆς ἐπίδειξιν ὑπισχνούμεθα. Ἀλλ' ἑτέροις μὲν αἱ περὶ ταῦτα μελόντων σπουδαὶ καὶ διαπρεπὲς ἐν λόγοις τὸ ἐπιτήδευμα· ἡμῖν δὲ, ἀγαπητοὶ, βραχύς τε ὁ λόγος ἐστὶ, καὶ τὸ γράφειν ἀνάγκης ἐπίταγμα. «Οὐαὶ γάρ μοί ἐστι, ἐὰν μὴ εὐαγγελίζωμαι.» Εἰ γὰρ ἑκὼν τοῦτο πράσσω, μισθὸν ἔχω· εἰ δὲ ἄκων, οἰκονομίαν πεπίστευμαι. Ἐντεῦθεν οἶμαι μηδένα τοῖς ἐμοῖς ῥηματίοις ἐπισκῆψαι δικαίως. Ἃ γὰρ ἂν ἡ χάρις τοῦ Θεοῦ ὑπαγορεύῃ κατὰ διάνοιαν, ταῦτα καὶ εἰς ὑμᾶς φανερὰ καταστήσομεν· τὴν ἄκαιρον αἰδῶ σώφρονι λογισμῷ περιστείλαντες. γʹ. Μωσέως τοίνυν λέγοντος· «Φυλάξαι τὸν μῆνα τὸν νέον, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου·» πῶς οὐκ ἀναγκαῖον ἡμᾶς ἤδη παρόντας μηνύειν τῆς ἑορτῆς τὸν καιρόν; Οἴχεται μὲν γὰρ ἡ στυγνὴ τοῦ χειμῶνος ἀπειλὴ, ἀπελήλαται δυσαερία καὶ σκότος, ὑετοὶ καὶ πνευμάτων ἀγρίων ὁρμαὶ λοιπὸν ἡμῖν ἐκποδών. Ὧραι δὲ πάλιν ἀνατέλλουσιν ἠριναί· ὄκνου μὲν καὶ ἀργίας τὸν φυτουργὸν ἀπαλλάττουσαι μονονουχὶ φωνὴν ἀφιεῖσαι γηπόνοις, ὅτι προσήκει πρὸς ἔργα χωρεῖν. Λειμῶνες μὲν γὰρ ποικίλην ἀνθέων ἀναβρύουσιν ἰδέαν. Φυτὰ δὲ τὰ ἐν ὄροις καὶ κήποις τὴν ὠδινομένην αὐτοῖς ἀποτίκτει βλάστην, ὥσπερ ἐκ λαγόνων τῆς οἰκείας φύσεως ἐρευγόμενα τὴν ἐνέργειαν. Παιδία δὲ ἤδη χλοηφορεῖ, ὑπόμνημα τῆς τοῦ Θεοῦ φιλανθρωπίας καὶ τοῦτο δεικνύοντα· «Ἐξανατέλλων γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι.» Ταῦτα δὲ ἡμῖν οὐχ ἁπλῶς εἰς μέσον ἤχθη τὰ ῥήματα· μὴ γάρ τις οἰέσθω τηνάλως ἡμᾶς περὶ τούτων διαλαμβάνειν, ἀλλ' ἵνα τὸ ἐκ τῆς ἐντολῆς ἀναφαίνηται χρήσιμον. Οὐ γὰρ μάτην ἡμῖν τὸν μῆνα τῶν νέων ἐπιτηρεῖν ὁ νόμος προσέταξεν. Ἔδει καὶ τὴν ἀνθρώπου φύσιν χλοηροφορούσαις ταῖς ἀρούραις φιλονεικεῖν, καὶ τοῖς τῆς εὐσεβείας, ἵν' οὕτως εἴπω, βλαστήμασι περιανθιζομένην ὁρᾶσθαι. Φέρε γὰρ εἰς

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
