# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.445

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.445

λαντα λαβὼν, ἤκουσε μέν· «Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.» Ὁ δὲ τοῖν δυοῖν ταλάντοιν τὴν ἐπικαρπίαν εἰσποιησάμενος, τῶν ἴσων ἐπαίνων μεταλαγχάνει, καὶ διὰ τῆς αὐτῆς τετίμηται ψήφου. Ἀλλ' οὐκ ἄδικος ἐν τούτοις ὁρᾶται Θεὸς, ἀλλὰ μᾶλλον ἀγαθὸς καὶ φιλότιμος. Οὐ γὰρ ἐλαττώσει τοῖς ἀμείνοσι τὰς τιμὰς ἡ περὶ τὸν ὑποβεβηκότα χρηστότης, οὐδέ τι τῶν ἐκείνοις χρεωστουμένων ὑπεξελθὼν προστίθησι τοῖς ἐλάττοσιν· ἀλλ' ὁ μὲν τῷ οἰκείῳ πόνῳ τὸ χρέως ἀναλογοῦν ἀπολήψεται χαίρων, τοῦ δὲ μισθοῦ τὸ λειπόμενον ἡ χάρις ἀναπληροῖ. Εἰ δέ τις ἔχοι τὴν γνώμην τοῦ διαφθονεῖσθαι ταῖς ἑτέρων εὐπραγίαις οὐκ ἐλευθέραν, τῆς τοῦ Θεοῦ φιλανθρωπίας κατηγορῶν οὐκ αἰσθάνεται. Οὐ γὰρ δή που, φησὶ, τοῖς ἀμείνοσιν ἐν ἴσῳ μέτρῳ τετάξεται τῆς ἐκείνων ἀρετῆς ὁ λειπόμενος, εἰ δίκαιον ἐπ' αὐτοῖς ἐνεχθείη τὸ κρίμα, καὶ τῶν ἑκάστῳ βεβιωμένων ἰσοῤῥόπως, ὥσπερ ὁλκαῖς, τὸ τῆς χάριτος μέτρον ἀντισταθμίζεται. Ἀλλ' ἀκουέτω λέγοντος τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ· «Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησά σοι; Ἆρον τὸ σὸν, καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὥσπερ καί σοι.» Ἐγειρέτω τοίνυν τὴν ἑκάστου προαίρεσιν ὁ Παῦλος εἰς πᾶν ἔργον ἀγαθὸν, καὶ τὸν ἀδρανῆ τῆς διανοίας ὄκνον ἀποτεμνέτω βοῶν· «Ἐγεῖρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» Εἰ γὰρ καὶ κατεκοιμήθης ὡς ἄνθρωπος, καθάπερ ἄκρατόν τινα τὴν ἁμαρτίαν ἐμφορησάμενος, καὶ πρὸς μέθην ἐνεχθεὶς σκοτεινῶν ἐκθυμημάτων, ἀλλ' ἤδη σοι καιρὸς ἀνανῆψαι πρὸς σωτηρίαν. καὶ πρὸς τὸν τῆς δικαιοσύνης ἥλιον ἀνατεῖναι τὸν ὀφθαλμόν. Ὑποδέξεταί σε φιλάνθρωπος ὢν ὁ Δεσπότης· ἐλεήσει καὶ δραπετεύσαντα, οὐκ ἀποστρέψεται δακρύοντα, καθαρὸν ἀποδείξει μεταγινώσκοντα, καὶ μεταστήσει πάλιν εἰς εὐσέβειαν. Ἔσται δὲ ἡμῖν καὶ νῦν ἐξ ὑποδειγμάτων ὁ περὶ τούτου λόγος. Τὸ γὰρ ἐν τοῖς τοιούτοις νοήμασιν ἀδολεσχεῖν, πολύ τι τὸ χρήσιμον ἀπεργάζεται. ηʹ. Ὅτε τοίνυν τῆς ἐν Αἰγύπτῳ δουλείας ἀπαλλάξαι τὸ γένος τὸ ἐξ Ἰσραὴλ ὁ Θεὸς ἐβούλετο, τότε τὸν ἱεροφάντην Μωσέα τρέχειν ἐκέλευσε πρὸς αὐτοὺς, τὴν φιλάνθρωπον τοῦ Δεσπότου διερμηνεύσοντα βούλησιν. Ἐπειδὴ δὲ πρὸς τὴν τῶν ἀκροωμένων εὐπείθειαν ἐχρῆν ἀκολουθῆσαι καὶ τὴν διὰ τῶν σημείων ἐπίδειξιν, λέγει πρὸς αὐτόν· «Τί τὸ ἐν τῇ χειρί σου; Ὁ δὲ εἶπε· Ῥάβδος. Καὶ εἶπε· Ῥίψον αὐτὴν ἐπὶ τὴν γῆν. Καὶ ἐγένετο ὄφις· καὶ ἔφυγε Μωσῆς ἀπὸ προσώπου αὐτοῦ. Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Ἔκτεινον τὴν χεῖρά σου, καὶ ἐπιλαβοῦ τῆς κέρκου. Καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ.» Ἀλλ', ὡς οἶμαι, διὰ τούτων ὁ μακάριος Μωσῆς ἐπαιδεύετο, ὅτιπερ οἱ τὴν Αἰγυπτίαν νοσήσαντες πλάνην, οἱ πολὺ πρὸς ἁμαρτίαν ἐκβεβηκότες, διὰ τῆς περὶ τὸ Θεῖον τιμῆς,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
