# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.448

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.448

εἰς εὐσέβειαν μεταποιηθήσονται. Ἐβλάστησε μὲν γὰρ οἷά τις ῥάβδος ἀπὸ γῆς· ἀλλ' ὅτε πρὸς τὰ τῆς σαρκὸς ἀποκλίνας πάθη τρόπον τινὰ τῆς τοῦ νομοθέτου χειρὸς ἀποπίπτει, τότε τὸν πρᾶον καὶ ἥμερον τρόπον ἀποβαλὼν, ὄφιος ἰοβόλος εὑρίσκεται, πικρὸς εἰς ἁμαρτίαν, δεινὸς εἰς ὀργήν. Ἐπαναλαβόντος δὲ αὐτοῦ τοῦ νομοθέτου πάλιν, ἔσται καλὸς εἰς τὸ ἀρχέτυπον τῆς ἀρίστης ἕξεως σχῆμα μεταμορφούμενος. Τὸ γὰρ τοῦ νομοθέτου πρόσωπον Μωσῇ περιθήσομεν. Ὅτι τοίνυν τὸν ἐκ ῥᾳθυμίας ἐφ' ἃ μὴ προσῆκεν ὀλισθήσαντα διανίστησι πάλιν καὶ μεταβάλλει Θεὸς, εἴη μὲν ἂν ἐκ τῶν εἰρημένων, ὥσγε πιστεύω, παντί τῳ καταφανές. Οὐδὲν δὲ ἧττον καὶ τῶν προφητῶν ἐπιμαρτυρήσουσιν αἱ φωναὶ, ἄνω καὶ κάτω τοὺς ἁμαρτάνοντας ἐπιστρέφειν πρὸς Θεὸν συμβουλεύουσαι. Οὐδένα γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης παραλέλοιπε καιρὸν, ὅτε μὴ πάντας ἐκάλει πρὸς σωτηρίαν. Ἔστι γοῦν ἀκοῦσαι καταπληττομένου τὸ σκληρὸν καὶ δυσήνιον, καὶ τὴν ἀμετάθετον τῶν ἁμαρτανόντων ἕξιν αἰτιωμένου. Ποτὲ μὲν γὰρ ἔλεγε· «Μὴ ἐμὲ οὐ φοβηθήσεσθε, λέγει Κύριος, ἢ ἀπὸ τοῦ προσώπου μου οὐκ εὐλαβηθήσεσθε; τὸν τάξαντα ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό; Τῷ δὲ λαῷ τούτῳ ἐγενήθη καρδία ἀνήκοος, καὶ ἀπειθής. Ἐξέκλιναν καὶ ἀπήλθοσαν, καὶ οὐκ εἶπαν τῇ καρδίᾳ αὐτῶν· Φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν.» Ποτὲ δὲ δριμύτερον ἐπισκήπτων τοῖς ἀναιδέστερον δραπετεύουσιν, ἔλεγε· «Εἰ ἀλλάξεται Αἰθίωψ τὸ δέρμα αὐτοῦ; καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς; καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιεῖν, μεμαθηκότες τὰ κακά;» Ἐπὶ τοσοῦτον γὰρ ἐκράτη τοῦ γένους ὁ πάσης ἁμαρτίας πατὴρ, ὡς ὀλίγους εἶναι παντελῶς τοὺς τιμῶντας Θεὸν, καὶ τοῦ νομοθέτου μεμνῆσθαι δεῖν ἐγνωκότας. Ἀλλ' οὐκ ἀγῶνος ἡμῖν δεήσει νυνὶ περὶ τὴν τούτων ἀπόδειξιν, διαῤῥήδην βοῶντος τοῦ Ψαλμῳδοῦ· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Οὕτω γὰρ κατὰ πάντων τυραννούσης τῆς ἁμαρτίας, καὶ καθάπερ τινὸς ὀμίχλης ἐπὶ πᾶσαν κεχυμένης τὴν γῆν, τὸν τοῦ Θεοῦ Λόγον εἰς ἡμᾶς ἀφικέσθαι παρεκάλουν ἄγιοι, ταῖς ἁπάντων διανοίαις τὸ σωτήριον φῶς ἐπιλάμψοντα. Καὶ γοῦν ἀναβοῶσι λέγοντες· «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐξαπεστάλη τοιγαροῦν πρὸς ἡμᾶς τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· τουτέστιν ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ἀναλαβών· τίκτεται μὲν διὰ τῆς ἁγίας Παρθένου· διασώζει δὲ τὸ γένος τῶν ἀνθρώπων, εἰς τὴν ἀρχαιότητα τῆς ἀφθαρσίας τὴν φύσιν ἀναγαγὼν, καθάπερ ὁ Παῦλός φησι· «Ξένην ἡμῖν ἐγκαινίσας ὁδὸν, συνῆψεν τοῖς ἐπουρανίοις τὰ ἐπίγεια, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, καὶ τὴν ἔχθραν τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας·» ὡς ἐπὶ τούτῳ καταπληττομένους καὶ τοὺς μακαρίους ἀγγέλους εἰπεῖν· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.»

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
