# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.449

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.449

Εὐδοκήσαντος γὰρ εἰς ἡμᾶς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τὸν ὑπὲρ ἡμῶν σταυρὸν ὑπομείναντος, λέλυται μὲν τὰ πολύπλοκα τοῦ θανάτου δεσμά· ἀφῃρέθη δὲ πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου, καθάπερ ὁ προφήτης φησί· «Καὶ τὸ πένθος εἰς χαρὰν μεταβέβληται,» ὡς δύνασθαι καὶ ἡμᾶς εὐκαίρως εἰπεῖν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην.» Ἐπὶ τίσι γὰρ ἔτι στυγνάσωμεν ἄν; ποία πάλιν ἡμῖν ἔσται τοῦ δακρύειν ἡ πρόφασις; μᾶλλον δὲ, πῶς οὐ πᾶσαν ἡμῖν ἀνατελεῖ θυμηδίαν τὰ διὰ τοῦ Σωτῆρος ἡμῖν γενόμενα; «Ὃς οὐ μόνοις ἡμῖν τῆς σωτηρίας ἀνέδειξε τὴν ὁδὸν, ἀλλὰ γὰρ καὶ τοῖς ἐν ᾅδου πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε,» καθάπερ ὁ Πέτρος φησί. Οὐ γὰρ ἔδει μερικὴν γενέσθαι τὴν φιλανθρωπίαν, ἀλλ' ἐπὶ πᾶσαν ἐκτείνεσθαι τὴν φύσιν τῆς δωρεᾶς τὴν ἀπόδειξιν. Διὰ μὲν γὰρ τῶν προφητῶν εὐκαίρως ἐλέγετο· «Μερὶς μία βραχήσεται· καὶ μερὶς μία ἐφ' ἣν οὐ βρέξω, ξηρανθήσεται.» Πρέπουσα δὲ τῷ Σωτῆρι ἡ φωνή· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Κηρύξας τοίνυν καὶ τοῖς ἐν ᾅδου πνεύμασι, «καὶ τοῖς ἐν δεσμοῖς· Εἰρηνικῶς ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· Ἀνακαλύφθητε,» τριήμερον μὲν ἀνίστησι τὸν ἐαυτοῦ ναὸν, καινοτομεῖ δὲ τῇ φύσει καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, ἀπαρχὴν ὥσπερ τῆς ἀνθρωπότητος ἑαυτὸν προσάγων τῷ Πατρὶ, τὸν ἀῤῥαβῶνα τῆς χάριτος τοῖς ἐπὶ γῆς δωρησάμενος τὴν τοῦ Πνεύματος μετουσίαν. θʹ. Ἐπὶ τοῖς οὕτω μεγάλοις, ἀγαπητοὶ, ἑορτάζωμεν· μὴ ἐν ζύμῃ παλαιᾷ, μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας, μετὰ πάσης εὐχαριστίας τὸν ἑαυτῶν βασιλέα γεραίροντες· καὶ τὴν πάντων τῶν ἀγαθῶν μητέρα νηστείαν μετὰ τῆς ἡμῖν πρεπούσης εὐχαριστίας εἰσδεχόμενοι. Καὶ τῆς μὲν εἰς ἀλλήλους ἀγάπης ἐχώμεθα, συντονώτερον τὴν φιλοξενίαν διώκοντες, τῷ περὶ πένητας ἐλέῳ διαλάμποντες· μνημονεύοντες τῶν δεσμίων, ὡς συνδεδεμένοι· τῶν κακουχουμένων, ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι, καὶ πᾶσαν ἁπαξαπλῶς τιμῶντες ἀρετήν. Οὕτω γὰρ καὶ τὴν ἀληθεστέραν ἐπιτελέσομεν, ἀρχόμενοι τῆς μὲν ἁγίας Τεσσαρακοστῆς ἀπὸ πέμπτης τοῦ Φαμενὼθ μηνός· τῆς δὲ ἑβδομάδος τοῦ σωτηριώδους Πάσχα, ἀπὸ δεκάτης τοῦ Φαρμουθὶ μηνός· περιλύοντες μὲν τὰς νηστείας τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς, ἑσπέρᾳ Σαββάτῳ, κατὰ τὸ ἔθος· ἑορτάζοντες δὲ τῇ ἑξῆς ἐπιφωσκούσῃ Κυριακῇ τῇ ἑκκαιδεκάτῃ τοῦ αὐτοῦ Φαρμουθὶ μηνὸς, κατὰ τὴν τοῦ νόμου διαγόρευσιν, τὰς ἑπτὰ ἑβδομάδας τῆς ἁγίας Πεντηκοστῆς ἐπισυνάπτοντες. Οὕτω γὰρ μετὰ τῶν ἁγίων τὴν οὐρανῶν βασιλείαν κληρονομήσο-

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
