# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.452

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.452

μεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, καὶ τὸ κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΛΟΓΟΣ Δʹ. αʹ. Πάλιν ἡμῖν ὁ τῆς ἁγίας ἑορτῆς ἀναλάμπει καιρὸς, τοῦ τῆς καρτερίας ἀγῶνος βραχύ τι προανατέλλοντος, καὶ καθάπερ ἐτήσιον ὄφλημα καταθέσθαι κελεύοντος, τῷ πάντων κρατοῦντι Θεῷ, τήν τε βίου σεμνότητα, καὶ τῆς ἄλλης ἁπάσης ἐπίδειξιν ἀρετῆς. Λόγος δὲ οὐδεὶς τοῖς εὖ φρονοῦσιν εἰς ἀπείθειαν ἀπρεπὴς, τὸ ἐκ τοῦ πράγματος περιαθροῦσι χρήσιμον. Ἀγαθῶν μὲν γὰρ πόνων, καρπὸς εὐκλεής· ὄκνου δὲ καὶ ἀργίας, οὐδὲν ἂν γένοιτο χαλεπώτερον, καὶ τὸ μηδοτιοῦν ὑπὲρ τοῦ λυσιτελήσειν μέλλοντος ἀξιῶσαι παθεῖν, πικρὰν ἔχει τὴν ζημίαν, καὶ οὐ περὶ τῶν τυχόντων ὡσανεί τις εἴποι τοὺς λόγους, ἀλλ' εἰς αὐτὸν ἤδη βλέποντα τῆς ψυχῆς τὸν ὄλεθρον. Κειμένου δὲ οὕτω, καὶ ὄντος φύσει τοῦ πράγματος, πρέπειν ἐμαυτῷ μάλιστα πάντων καὶ νῦν ἡγούμενος ὑπὲρ τῶν συμφερόντων πρὸς ὑμᾶς ποιήσασθαι λόγους, μονονουχὶ δὲ τὸ προφητικὸν ἐκεῖνο βοᾷν· «Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου·» ἥκω πάλιν εἰς μέσον, ἔσεσθαι μὲν οὐ φορτικὸς ὑπολαμβάνων παρά γε τοῖς σώφροσιν, εἰ τὰ ἐν οἷς εἰσιν, ὅτι προσήκοι τιμᾶσθαι μειζόνως, κατὰ τὸν παρόντα μάλιστα καιρὸν συμβουλεύων φαινοίμην. Εἰ δέ τῳ δοκῶ μὴ τὰ κράτιστα λέγειν, καίτοι πολλὴν εἰς τοῦτο ποιούμενος τὴν σπουδὴν, ὁράτω μὴ πονηρὰν καθ' ἡμῶν τὴν ψῆφον ἐκφέρων, ἐν τοῖς τιμῶσι τὸ φαῦλον ἑαυτὸν κατατάττῃ, καὶ λάθῃ τοῦ καταλόγου τῶν σοφῶν ἕξω τιθείς. Τὸ γὰρ ἐφήδεσθαι μὲν οἷς ἄν τις εὐλόγως ἐπιτιμήσειεν, ἡγεῖσθαι δὲ παρὰ φαῦλον τὴν ἐν τοῖς ἀμείνοσι δόξαν, ἢ καὶ ἄλλως τοῖς ὑπὲρ αὐτῶν λόγοις ἀλγύνεσθαι, πῶς οὐ τῆς ἐσχάτης γνώρισμα κακίας ἐστίν; Ἐγὼ δὲ προσδεῖν μὲν ἡγοῦμαι τοὺς τὰ βελτίω ζηλοῦν ᾑρημένους τοῖς ἀπὸ τῶν ἄριστα λεγόντων παραψυχῆς τε καὶ παραμυθίας, ὡς ἂν τὴν περὶ αὐτὰ συντονωτέραν ποιοῖντο προθυμίαν· τοῖς δὲ οὕτω γνώμης κεκρατηκόσιν ἀγαθῆς, τὸ ἐπανορθοῦν πεφυκὸς ἐκπορίζειν χρῆναι φάρμακον, καὶ ὅπως ἐν τοῖς ἐφεξῆς ἀμείνους φανοῦνται ζητεῖν. Ἔσται τοιγαροῦν τῆς ὑφηγήσεως ἡμῖν ὁ λόγος κατ' ἄμφω λυσιτελέστατος, ἑκατέρῳ μέρει διδοὺς τὸ αὐτῷ χρεωστούμενον.

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
