# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.457

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.457

σθαι, τοσαύτην ἔχοντας ἀφθονίαν βοηθημάτων παρὰ Θεοῦ, δι' ὧν ἡμῖν περιέσται τὸ νικᾷν; Οἱ μὲν γὰρ ἐν ταῖς σφῶν αὐτῶν ἐμπειρίαις, καὶ ταῖς τῶν σωμάτων ῥώμαις, ἔχουσι τὸ δύνασθαι τῶν ἐναντίων κρατεῖν, ὥστε εἴ τις αὐτῶν ὑπάρχοι τῶν εἰρημένων ἀμέτοχος, ἔξω κείσεται πάντως τῆς ἀπὸ νικᾷν εὐθυμίας. Ἡμῖν δὲ οὐχ οὕτω τὰ τοῦ ἀγῶνος κρίνεται, ἀλλ' εἰς πᾶν τοὐναντίον τὸ πρᾶγμα καθίσταται. Κἂν ἰσχύος ἀμοιρῇς, αἴτει τὸν ἀθλοθέτην, καὶ λήψῃ προχείρως. Κἂν ἡ τέχνη σοι λίπῃ τι τῶν παλαισμάτων, ἐγγὺς ὁ παιδοτρίβης, εἰδὼς ἅπασαν τοῦ σταδίου τὴν μέθοδον. Χορηγήσει μὲν γὰρ τὸ δύνασθαι Θεός. Τὸ δὲ ὅπως προσήκει πάλιν τοῖς ἀντιπάλοις ἀνταγωνίζεσθαι, μαθήσῃ τὰς θείας ἐξετάζων Γραφάς. Ἐκεῖ τὸν Παῦλον εὑρήσεις λέγοντα· «Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Ἐκεῖ θαυμάσεις τὸν Ψαλμῳδὸν μελῳδοῦντα καὶ βοῶντα πρὸς τὸν Θεόν· «Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουδενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν.» Χρῆναι δὲ ἡγοῦμαι πρὸς τοῖς εἰρημένοις καὶ ἑτέρους σοι τρόπους εἰπεῖν, ἀκονῆσαι δυναμένους εἰς εὐτολμίαν. Ἐν μὲν γὰρ τοῖς κατὰ τὸν παρόντα βίον ἀγῶσιν ὅτῳπερ ἂν γένοιτο τὸ πάντων κρατεῖν, ἢ ταῖς περὶ τὴν τέχνην ἐμπειρίαις πλεονεκτοῦντι τοὺς ἄλλους, ἢ καὶ τῇ τοῦ σώματος εὐρωστίᾳ τὴν ἐπὶ τούτῳ φιλοτιμίαν χορηγουμένῳ, τούτῳ πάντως ἔσται πολεμιώτατος τῶν στεφάνων ὁ χορηγός. Ὅσῳ γὰρ ἂν εἰς ὕψος αἴρηται τῶν νικώντων ὁ ἔπαινος, τοσούτῳ πλέον αὐξήσει τοῖς ἀγωνοθετοῦσιν ἡ ἐπὶ χρήμασι ζημία· καὶ ὅσῳ μειζόνως εὐδοκιμοῦσιν ἐκεῖνοι, τούτῳ πλέον αὐτοῖς εἰς αὔξειν ἐπιδώσει τὰ τῆς φιλοτιμίας, ἀκολουθούσης δηλονότι τῆς τῶν μισθῶν ἀναλογίας τῷ μεγέθει τῶν κατορθωμάτων. Ἀλλ' οὐ τοιούτοις διοικεῖται θεσμοῖς τῆς εὐσεβείας τὸ στάδιον. Πλούσιος ὁ χορηγός· χαίρων ἐπὶ τοῖς ἀνδριζομένοις τοσοῦτον, ὅσον, εἴ τι παθεῖν ἐχώρει καὶ ἀνθρώπινον, ἐπὶ τοῖς ἡττωμένοις λυπούμενος. Λέγει γάρ που διά τινος τῶν προφητῶν· «Οἴμοι ἐγὼ, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις.» Διά τοι τοῦτο καὶ τοὺς πεσόντας ἀνίστησι· καί τοι τῶν παρ' ἐκείνοις νόμων τοὺς ἅπαξ ἐπὶ τούτῳ κατεγνωσμένους, ἔξω τῶν ἐν εὐκλείᾳ τιθέντων, καὶ τῆς τοῦ νικᾷν ἀποικιζόντων τιμῆς· καὶ γοῦν αἰτιᾶται Θεὸς τοὺς, ὅσοι πεσόντες, μακρὰς ἐν τούτῳ ποιοῦνται τὰς διατριβάς· καὶ διὰ τοῦ προφήτου φησί· «Μὴ ὁ πίπτων οὐκ ἀνίσταται;» γʹ. Προσήκει μὲν γὰρ, ὡς ἔνι μάλιστα τοῦτο παραιτεῖσθαι παθεῖν· καὶ οὐδείς ἐστι τῶν ὄντων, ὃς οὐ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
