# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.460

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.460

φαῦλον ἐρεῖ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ῥᾳστώνην. Πολὺ δὲ λίαν τῆς φύσεως, τῆς ἀνθρώπου φημὶ, βλεπούσης εἰς ἁμαρτίαν, ἄν πού τι τῶν ἀηδῶν ὑπομεῖναι συμβαίη, δεύτερον ὥσπερ ἔσεσθαι τρόπον εὐδοκιμήσεως ὑπολαμβάνω, τὸ σπουδαίως ἐν τοῖς ἀμείνοσι γενέσθαι ποθεῖν, καὶ παλινδρομῆσαι γοργῶς ἐπ' ἐκεῖνο τὸ φρόνημα, ὅπερ ἔχοντας ἔδει φαίνεσθαι τὴν ἀρχὴν καὶ μέχρι παντὸς διασώσασθαι. Καὶ μή τις ἐκ τῶν εἰρημένων οἰέσθω χαλεπήν τινα σφόδρα, καὶ δυσκατόρθωτον εἶναι τὴν νίκην· ἀλειφέτω δὲ μᾶλλον τὸν τοιοῦτον ὁ Παῦλος βοῶν· «Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειραθῆναι ὑπὲρ ὃ δύνασθε· ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.» Ὅτι γὰρ δώσει τοῦτο κατὰ τὴν τοῦ Παύλου φωνὴν, αὐτόν σοι παροίσω τὸν Χριστὸν λέγοντα· «Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσει.» Πάντα γὰρ ὄντως ἡμῖν δύνασθαι κατορθοῦν, ὅσα βλέπει πρὸς ἀρετὴν, προθύμως ὀρέγει Χριστὸς διὰ τῆς ἐνεργείας τοῦ ἁγίου Πνεύματος καὶ τοῦ σωτηρίου σταυροῦ· ἐφ' ᾧ γελῶσιν Ἑλλήνων παῖδες, οἱ μέχρι μὲν γλώττης σοφοὶ, καὶ ἐπὶ ψιλοῖς ὡραϊζόμενοι ῥήμασι, περὶ δὲ τὴν τῆς ἀληθείας εὕρεσιν οὕτως ὄντες βραδεῖς, ὡς μηδὲν ἕτερον εἶναι δοκεῖν, ἢ αὐτὸ δὴ τοῦτο, κανθήλιοι, οἳ τοῖς ἥδιστα μελῳδεῖν εἰωθόσι τὰ ὦτα κατασείοντες, κατ' οὐδένα τρόπον τῆς τοῦ λυροκτύπου τέχνης αἰσθάνονται. Δέον οὖν αὐτοὺς ἐπὶ ταῖς οἰκείαις ἀβουλίαις αἰσχύνεσθαι, καὶ τοῖς τἀληθῆ διδάσκειν δυναμένοις προσεδρεύοντας ὠφελεῖσθαι, γελῶσιν οὓς ἔδει ζηλοῦν· καὶ ψέγουσιν οὓς, εἴπερ ἦσαν σοφοὶ, μιμεῖσθαι πάντως ἐχρῆν. Τοσούτους δὲ τῷ βίῳ, παρὰ τὸν ὄντα φύσει, θεοὺς ἐπεισφέροντες, οὕσπερ ἂν ἑκάστῳ δοκῇ, καὶ τὰ ἐξ ἡμῶν παραιτούμενοι ῥήματα, εὐλόγως ἀκούσειεν ὃ δὴ καί φασιν ἕνα τῶν παρ' αὐτοῖς ποιητῶν εἰπεῖν· Οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, Εἷς βασιλεὺς .... ὁ ἐν πᾶσι καὶ διὰ πάντων, καὶ ἐπὶ πάντας Θεός. Καὶ τὰ μὲν ἐκείνων ἐγκλήματα παρήσω νυνί· ἃ δέ γε εἰπεῖν οἰκειότερον, καὶ τῷ παρόντι καιρῷ δοκεῖ πως ἔχειν ἐγγὺς, ταῦθ', ὡς ἔοικεν, εἰς μέσον ἄγειν ἀκόλουθον. δʹ. Σκανδαλίζονται τοίνυν ἐπὶ τῷ σταυρῷ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ οἱ πάντες ἀσεβείας εἰς ἄκρον ἐλάσαντες Ἰουδαῖοι, καὶ τοσοῦτον, οἶμαι, τὰς Ἑλλήνων μανίας ὑπερβαλλόμενοι, ὥστε εἴ τις ἐπ' ἀμφοῖν γένοιτο κριτὴς, εὐθὺς ἂν, οἶμαι, τούτων καταδικάσειεν, ἐν ἐλάττοσι κακοῖς τὰ ἐκείνων εἰπών. Οὔπω γὰρ, ἴσως ἐρεῖ, τὰς θείας ἀνεγνωκότες Γραφὰς, θαυμαστὸν οὐδὲν εἰ τῶν τῆς ἀληθείας δογμάτων διημαρτήκασιν. Οἱ δέ γε διὰ νόμου καὶ προφητῶν τὰ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
