Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.461
Not analysed yet
πρὸς εὐσέβειαν παιδαγωγούμενοι, τοσοῦτον Ἑλλήνων εἰς ἀβουλίαν διήνεγκαν, ὅσον τῆς μὲν ἀγνοίας ἐκείνοις εὔλογος ἡ παραίτησις· τοῖς δὲ τρόπος οὐδεὶς εἰς ἀπολογίαν περίεστιν, ἀναγκαίας εἰσφέρων τῆς ἀμαθίας τὴν νόσον. Ὄψει δὲ, εἰ βούλει, καὶ αὐτὸν τοῖς ἐμοῖς λόγοις συναγορεύοντα τὸν Χριστόν. Λέγει γάρ που περὶ αὐτῶν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νυνὶ δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν.» Εἰς τοῦτο δὲ ἤδη καταστάσεως τὰ ἐκείνων ἐλαύνει πράγματα, ὡς δοκεῖν ὄντως λοιδορίας οὐκ εἶναι τρόπον, εἴ τις αὐτοὺς ἐν Ἑλλήνων τάξει, καὶ ἐν τοῖς οὐδ' ὅλως εἰδόσι Θεὸν καταριθμῆσαι χρῆναι διϊσχυρίζοιτο. Κωλύειν δ' ἴσως οὐδὲν, μᾶλλον δὲ ἀναγκαῖον ἤδη φαίνεται, καὶ ἐξ αὐτῶν ἡμᾶς τῶν πραγμάτων ποιεῖσθαι τὴν ἀπόδειξιν· οὕτω γὰρ ἂν ἐπὶ ταῖς λοιδορίαις ἔγκλημα ῥᾳδίως ἀποδυσαίμεθα· καὶ τοῖς ἀκροωμένοις, ὅτι λέγειν ἡμῖν τἀληθῆ διὰ πολλῆς τέθειται σπουδῆς, φανερὸν καταστήσομεν. Ἐπ' αὐτὴν δὲ εἶμι τοῦ γένους τὴν ἀρχὴν, γένους δὲ τοῦ Ἑβραίων φημί. Ἐντεῦθεν γὰρ ἔσται καταφανὲς τὸ δηλούμενον. Χαλδαῖος τοιγαροῦν κατὰ γένος ὑπάρχων ὁ μακάριος Ἀβραὰμ, καὶ ὑπὸ πατρὶ τεθραμμένος οὐκ εἰδότι τὸν κατ' ἀλήθειαν ὄντα Θεὸν, μέχρι μέν τινος χρόνου τοῖς τοῦ φύσαντος νόμοις διοικούμενος, ἐν τοῖς ἀγνοοῦσιν ἐτέλει, καὶ συνηρίθμητό ποτε τοῖς τῶν εἰδώλων προσκυνηταῖς. Φιλεῖ γὰρ ἡ νεότης ταῖς ἑτέρων χειραγωγεῖσθαι βουλαῖς, καὶ τὸ μὴ σφόδρα δέχεσθαι τοῦ λυσιτελοῦντος τὴν αἴσθησιν, τοῦ χρόνου θείην ἂν ἢ κατ' ἐκείνης γραφήν. Ἐπειδὴ δὲ Θεὸς τὸ τῶν Ἑβραίων γένος φυτεύειν ἐβούλετο, καλεῖ μὲν αὐτὸν εἰς ἐπίγνωσιν τὴν ἑαυτοῦ, ἕλκει δὲ ὥσπερ ἐξ ἀκανθῶν ῥίζαν εὐγενῆ καὶ μετατίθησιν εἰς εὐλάβειαν, καὶ γέγονεν ὅπερ νῦν ἐστιν, τῇ προσθήκῃ τῆς εἰς Θεὸν ἐπιγνώσεως καθάπερ εἰς ἕτερόν τινα μεταβεβλημένος, καὶ, διὰ μόνον τὸ λατρεύειν ἐθελῆσαι Θεῷ, τῶν ὅσοι δήποτε πρὸ αὐτοῦ γεγόνασι διενεγκών. Οὐκοῦν εἰ τῆς εὐσεβείας ὁ τρόπος, καὶ τῆς εἰς Θεὸν λατρείας ἡ δύναμις μεταποιηθέντα δεικνύει τὸν ἄνθρωπον, ἡ τῶν εἰρημένων ἀποβολὴ πάλιν εἰς τὸ ἀρχαῖον καλέσει τὸν ᾧ συνέβη τοῦτο παθεῖν. Καλὸν γὰρ ἀποσυλῆσαι τὸν λόγον τῆς τοῦ δικαίου κεφαλῆς, καὶ εἰς τὸν ἀπὸ τῆς ῥίζης καρπὸν ἐνεγκεῖν· οὕτω γὰρ φανεῖται καὶ ἀληθὲς ὅτι, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἁπάσης εὐσεβείας ἀπηυτομολήκασιν. Ἄκουε τί φησι διά τινος τῶν προφητῶν ὁ Σωτήρ· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ.» Πρῶτον μὲν γὰρ ἐκεῖνο καὶ κυριώτατον ἔγκλημα ταῖς τῶν Ἑβραίων ἐπιγράφεται κεφαλαῖς. Εἰ δέ τις αὐτῶν καὶ ἕτερα πρὸς τούτῳ βούλοιτο καταριθμῆσθαι ἐγκλήματα, τοσοῦτον εὑρήσει τὸν ὄχλον, ὡς μὴ δύνασθαι τοῖς περὶ αὐτῶν ἀρκεῖσθαι διηγήμασι, μηδὲ τὸν ἄριστα μὲν ταῖς περὶ τοὺς λόγους ἐμπει-