# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.464

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.464

ρίαις ἐξηρτυμένον, ἠσκημένον δὲ οὕτως εἰς εὐγλωττίαν, ὡς μηδενὶ τῶν ἄλλων παραχωρεῖν, οἷς τό γε ἐν τούτῳ φαίνεσθαι λαμπροὺς, τῆς ἄλλης ἁπάσης εὐημερίας ἄμεινον ἔχειν δοκεῖ. Ὑπὲρ δὲ τοῦ μὴ ὁλοσχερῶς σιωπῆσαι, πρὸς τὸ πλῆθος ὥσπερ τῶν ἐγκλημάτων ἀποναρκήσαντας, ὀλίγα κομιδῇ, καὶ δι' ὧν ὅπως ἀπεπήδησαν εἰσόμεθα, παραθεῖναι σπουδάσω. εʹ. Λέγει τοίνυν ὁ πάντων ἡμῶν Δεσπότης Θεὸς, ἐπὶ ταῖς ἐκείνων δυσσεβείαις ἀγανακτῶν· «Πάντες οἱ ἄρχοντες αὐτῶν ἀπειθοῦντες· ἐποίησεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ, ἐξηράνθη· καρπὸν οὐκ ἔτι μὴ ἐνέγκῃ. Διότι καὶ ἐὰν γεννήσωσιν, ἀποκτενῶ τὰ ἐπιθυμήματα τῆς κοιλίας αὐτῶν. Ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ εἰσήκουσαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.» Ἆρ' οὐχὶ τῶν ἐμῶν λόγων ἡ πεῖρα, τοῦτο βοᾷ γεγωνότερον; Καὶ τῶν πραγμάτων ἡ ἔκβασις οὐχὶ τὴν ἀλήθειαν τοῖς εἰρημένοις ἐπιμαρτυρεῖ; Ἐπειδὴ γὰρ τὴν εἰς αὐτὸν εὐλάβειαν ἀπεσείσαντο, ἀπειθοῦντες ἅμα καὶ ἀντιλέγοντες, διὰ τοῦτο πρὸς ἀκαρπίαν ἐλαυνόμενοι, καὶ ὅσον οὐδέπω ξηρανθήσεσθαι μέλλοντες, ὥσπερ τὰ τῶν ὑδάτων ἀπῳκισμένα φυτὰ, τὰς ῥίζας τὸ τηνικάδε περιαλγήσαντες, ὅτε πρὸς αὐτοὺς ὁ τῶν προφητῶν ἐγίνετο λόγος, τελευτῶντες, διὰ τῆς εἰς Χριστὸν ἀπειθείας, ἀπεξηράνθησαν. Τοιγάρτοι καὶ τῆς πρὸς αὐτὸν φιλίας ἀποπεμπόμενοι δικαίως ἀκούουσι· «Μεμίσηκα, ἀπῶσμαι ἑορτὰς ὑμῶν, καὶ οὐ μὴ ὀσφρανθῶ ἐν ταῖς πανηγύρεσιν ὑμῶν. Διότι καὶ ἐὰν ἐνέγκητέ μοι ὁλοκαυτώματα, καὶ θυσίας, οὐ προσδέξομαι αὐτὰ, καὶ σωτηρίους ἐπιφανείας ὑμῶν οὐκ ἐπιβλέψομαι. Μετάστησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ ἀκούσομαι.» Οὐ γὰρ ἐπὶ ταῖς κατὰ τύπον τιμαῖς ἐφήδεσθαι δεῖν ἐδοκίμαζεν ὁ τὴν ἀλήθειαν ἀγαπήσας Θεός· ἀλλ' ὅσον οὐδέπω τὸν τῆς ἐν πνεύματι λατρείας καιρὸν ἀναδειχθήσεσθαι κατεμήνυεν, ἀνατροπὴν μὲν ἔσεσθαι τῶν ἀρχαίων ἐθῶν εἰσηγούμενος· ἀντὶ δὲ τούτων, χαριεῖσθαι τὰ βελτίονα. Καὶ γοῦν σαφέστατα διά τινος τῶν προφητῶν τοῦτο βοᾷ· «Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι, Κιβωτὸς διαθήκης Ἁγίου Ἰσραήλ· οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται· οὐδὲ ἐπισκεφθήσεται, καὶ οὐ ποιηθήσεται ἔτι.» Εἰ δέ τις βούλοιτο μαθεῖν, ὃν ὁ προφήτης ἐδήλου καιρὸν, καθ' ὃν οὐκ ἀναβήσεται μὲν ἐπὶ καρδίαν, οὐκ ὀνομασθήσεται δὲ ἔτι τὴν κιβωτὸν διϊσχυρίζεται, ὁράτω τὰ νῦν πράγματα, ἐν οἷς τέ ἐστι, σκοπείτω τὰ Χριστιανῶν μυστήρια. Οὐ γὰρ δή που τοῖς Ἑβραίων ἔθεσιν εἰς λατρείαν κεχρῆσθαι [καὶ] ἡμᾶς ἠβουλήθη Θεός· οὐδὲ κιβωτός ἐστι παρ' ἡμῖν, χρυσίῳ μὲν ἔξωθεν ἠγλαϊσμένη, ἔσωθεν δὲ τὰς Μωσέως βίβλους ὠδίνουσα· ἀλλ' ἕκαστος τῶν πιστευόντων εἰς Χριστὸν, ναὸς τοῦ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
