Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.465
Not analysed yet
Πνεύματος ἀποτελεῖται, ὅλην, ἵν' οὕτως εἴπω, τοῦ ἁγιασμοῦ τὴν πηγὴν εἰσδεχόμενος. Καὶ μή τις οἰέσθω τῶν ἀκροωμένων, ἢ κατὰ Μωσέως ἡμᾶς ποιεῖσθαι τοὺς λόγους, ἢ τοῖς δι' ἐκείνου νομοθετουμένοις ἐπιτιμᾷν. Μὴ γὰρ οὕτω φρενῶν ἔξω γενοίμην, ὡς τοῦτον ἔχειν ἑλέσθαι τὸν σκοπὸν, ἕτερα λεγούσης τῆς θείας Γραφῆς. «Ὁ μὲν γὰρ νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία καὶ ἀγαθὴ,» καθάπερ ὁ Παῦλός φησιν· ἔκειτο δὲ μέχρι καιροῦ διορθώσεως, οὔπω τὴν ἀληθῆ λατρείαν εἰσφέρων. Διὰ τοῦτο ὁ Θεὸς μεταποιήσειν αὐτὸν ἐπὶ τὸ ἄμεινον διά τινος τῶν προφητῶν ὑπισχνεῖτο, λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν.» Ὅπερ ἄριστα νοήσας ὁ Παῦλός φησιν· «Ἐν τῷ λέγειν καινὴν, πεπαλαίωκε τὴν πρώτην· τὸ δὲ παλαιούμενον καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ.» Καὶ πάλιν· «Εἰ γὰρ ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος.» Ἐπειδὴ τοίνυν μομφῆς μὲν οὐκ ἐλευθέραν ἔφησεν εἶναι τὴν πρώτην· «Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος·» ἀναγκαίως τὴν δευτέραν ἀντεισάγεσθαι πρὸς τὴν τοῦ κόσμου σωτηρίαν διϊσχυρίζεται. ϛʹ. Μέχρι τίνος οὖν ἀπειθήσεις, Ἰουδαῖε; πότε δὲ συνθήσῃ ταῖς τῶν ἁγίων φωναῖς; Ἀλλ' ἴσως ἐρεῖς, Σὸς ὁ Παῦλος, οὐκ ἐμὸς, ὦ οὗτος. Εἴην δ' ἂν μωρίας ἀνάπλεως, εἰ τῶν ἐμοὶ κατὰ μηδένα προσηκόντων δεξαίμην τοὺς λόγους· ὅμοιον γὰρ ὡς εἴ τις ἐν πολέμῳ καὶ μάχαις, ἀσμένως προσδέχοιτο τὰς τῶν ἐναντίων πληγάς. Καλῶς εἰκότα μοι φαίνῃ καὶ δίκαια λέγων· ἀρνήσῃ μὲν γὰρ οὐκ ὀρθῶς, καὶ τῆς ἴσης ὁμογενείας ἐξοικιεῖς, Ἑβραῖον ὄντα τὸν Παῦλον· ἀκούω γὰρ λέγοντος αὐτοῦ· «Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος.» Ἐπειδὴ δέ σοι χαλεπὸν εἶναί πως δοκεῖ, τὸ μεμνῆσθαι ἡμᾶς λόγων ἀποστολικῶν, καὶ τὴν σὴν ἐλέγχειν πειρᾶσθαι κακόνοιαν, καὶ τοῦτο παρήσω νυνί· μυρία δὲ ὅσα τῶν διὰ Μωσέως καὶ προφητῶν εἰρημένων παραθεῖναι δυνάμενος, βραχύ τι προσερωτήσας, ἀπελεύσομαι. Ἴθι τοίνυν, ὦ βέλτιστε σὺ, λέγε δή μοι τρανώτερον, τὰς βαθυτέρας τῶν ζητημάτων σκέψεις παραδραμών· εἰ μὴ τὸν νόμον μεταποιηθήσεσθαι κατὰ τὴν ἀλήθειαν προσδοκᾷς, οἴῃ δὲ ὡσαύτως ἕξειν ἀεὶ, μηδὲ μιᾶς ἐπακολουθούσης μεταβολῆς, τί τὸ κωλύον ἐστὶ, τῶν αὐτῶν ἔχεσθαί σε πραγμάτων; ὅτου δὲ χάριν τῆς εἰς Θεὸν λατρείας οὕτως ὀλιγωρεῖς, ὡς ἐθῶν μὲν ἀποστῆναι πατρῴων, λόγου δὲ μηδενὸς ἀξιοῦν τὰ ἐκείνοις τιμιώτατα; Ποῖ γὰρ ἔχεται μὲν ὑμῖν ὁ νεώς; Ποῖ δὲ τὰ ἐν αὐτῷ θυσιαστήρια, καὶ αἱ τῶν θυμάτων προσαγωγαί; Ζητῆσαι δὲ ὅποι προσήκει τῶν ἱερείων τοὺς μωμοσκόπους, ἱερατικῶν φημι καταλόγων ἐσμοὺς, καὶ λευιτικὰ συστήματα; Τὰ δέ γε τοῦ ἀρχιερέως ἐσθήματα, καὶ τὸ παμποίκιλον σχῆμα, ποῖ ποτε πάλιν ὑμῖν μετακε-