# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.468

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.468

χώρηκεν; Οἱ δὲ τῶν κρασπέδων ἐξηρτημένοι κώδωνες, ὅτου δὴ χάριν σεσιωπήκασι, δῆλος δὲ οὐδείς; Τοῦτο δὲ ὄνομα τῇ λίθῳ, πεποιημένον ἀπὸ τοῦ πράγματος, ταῖς τῶν χρωμάτων ἐξαλλαγαῖς, τὴν ἐπὶ τοῖς μέλλουσι προμήθειαν εἰσφέρει κατὰ βούλησιν Θεοῦ. Τὰς δὲ κατὰ νόμον, εἰπέ μοι, θυσίας, αὐτὸς οὐ προάγεις διὰ ποίαν αἰτίαν; Εἶναι μέν σοι κατὰ γνώμην τὴν ἐν τούτοις ὀλιγωρίαν εἰπὼν, ἐλέγχῃ παράνομος, καὶ οὕτω σοι κεχρήσομαι μάρτυρι πρὸς τὴν κατά σου γραφὴν, οὐχ ἑτέρων εἰς τοῦτο δεήσομαι· εἰ δὲ ἀβούλητον ἔχεις τὴν ἐπὶ τούτοις ἀργίαν, εἴργεσθαι δέ τινος ἀνάγκης δεσμῷ, καὶ αὐτὸς ὁμολογεῖς, ἄθρει δὴ λοιπὸν μὴ τῷ τῆς ἀβουλίας περιπίπτῃς ἐγκλήματι, μακρὰν οὕτω τὴν ἀπείθειαν ποιούμενος. Τίς γὰρ ὁ τοσοῦτον ἰσχύσας, ὡς ἀνάγκης ὑποθεῖναι θεσμῷ τὸν βοηθούμενον ὑπὸ τοῦ Θεοῦ, λίαν γάρ σε μανθάνω καὶ ἐπὶ τούτῳ σεμνύνεσθαι οὐκ ἔστιν οὐδείς. Θείᾳ τοίνυν ὀργῇ, τοῦτο γὰρ τὸ λειπόμενον, τοῖς ἐξ Ἰσραὴλ ἐπισκήψασα, πάσης μὲν εὐθυμίας ἔρημον ἀπέδειξε τὸ γένος, ἐπὶ νόμῳ μεγαλαυχεῖν οὐκ ἔτι συγχωρήσασα, δίκας δὲ τῆς εἰς Χριστὸν ἀσεβείας εἰσπραττομένη τοὺς εἰς αὐτὸν παραινέσαντας. Καὶ μετέθηκε Θεὸς ὁμοῦ τῇ χάριτι τῆς λατρείας τὸν τρόπον ἐπὶ τὸ ἄμεινον. Ἤδη δέ σοι καὶ τοῦτον ἐπιδείξω τῆς σῆς ἀργίας τὸν καιρὸν, διὰ τῶν προφητῶν ἀναβοώμενον. Καὶ γάρ σε ταῖς σαῖς ἐπαισχύνεσθαι συμφοραῖς ὑπολαμβάνω, καὶ πειρᾶσθαι κρύπτειν, ἅπερ οἶσθα μὲν, ὡς εἰκὸς, αἰδοῖ δὲ τοῦ μὴ δοκεῖν ἀποβεβλῆσθαι παρὰ Θεοῦ μακρὰν, ὑποκρίνῃ τὴν ἄνοιαν. Λέγει τοίνυν περὶ τῶν τοιούτων ὁ μακάριος προφήτης Ὠσηέ· «Ἡμέρας πολλὰς καθίσονται οἱ υἱοὶ Ἰσραὴλ, οὐκ ὄντος βασιλέως οὐδὲ ἄρχοντος, οὐκ οὔσης θυσίας, οὐδὲ ὄντος θυσιαστηρίου, οὔτε ἱερατείας, οὔτε δήλων.» Ταῦτα τίς ταῖς παρ' ὑμῖν ἀρνήσεται βίβλοις οὐχ οὕτως ἔχειν, καὶ πρὸς τοσαύτην ἀναισχυντίαν ἐλάσει, ὡς τὰ πᾶσιν ὁρώμενα τολμῆσαι λέγειν; Οὐκ ἂν γένοιτό ποτε. Ἔστι μὲν γὰρ καὶ τῷ προστυχόντι καταφανὴς τῶν εἰρημένων ἡ ἔκβασις. Ἀνανεύσεις δὲ ἴσως αὐτὸς πάλιν, καὶ τὴν σύντροφον ἀπείθειαν τιμήσας, λίθων ἀψύχων οὐδὲν αἰσθάνῃ διενεγκών. Ἀληθεύει γὰρ λέγων ὁ προφήτης ὅτι, «Πᾶς οἶκος Ἰσραὴλ φιλόνεικοί εἰσι καὶ σκληροκάρδιοι.» Ἀληθεύει δὲ πάντως Θεὸς, διά τινος τῶν ἁγίων τὴν σὴν ἀναίδειαν ἐξηγούμενος· «Γινώσκω γὰρ ἐγὼ, φησὶν, ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.» Τῆς δὲ σῆς ἀπειθείας τὸ μέγεθος, καὶ αὐτὸς ὁ Σωτὴρ καταιτιᾶται, λέγων· «Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» Καὶ τίς, εἰπέ μοι, τῆς οὕτω μακρᾶς ἀπειθείας ὁ λόγος; Οὐκ ᾔδεις, ἀπὸ τῆς θείας δεδιδαγμένος Γραφῆς, τὸν ἐξ ἐπαγγελείας σοι χρεωστούμενον; Ἠγνόεις ἐπιδημήσειν μέλλοντα τὸν τοῦ Θεοῦ Λόγον; Οὐκ ἤκουες λέγοντος οὐδὲ προφήτου Ζαχαρίου· «Τέρπου καὶ εὐφραίνου,

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
