# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.469

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.469

θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος;» Πῶς οὐκ ἔδει χαίρων ὑμᾶς, καὶ πάσης εἴσω γίνεσθαι θυμηδίας, τῆς οὕτω λαμπρᾶς ἀφίξεως τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ διὰ τῶν ἁγίων κηρυττομένης; Ἐπειδὴ γὰρ ἅπασαν, ἵν' οὕτως εἴπω, τὴν ἀνθρώπου φύσιν, πρηστῆρος δίκην ἐπισκήπτων ὁ διάβολος, κατεδουλώσατο, καὶ λοιπὸν ἦν οὐδεὶς τῆς ἐκείνου πλεονεξίας ἀπείραστος, πάντες δὲ ἦσαν ἐν ἁμαρτίαις, αἰσχύνης μὲν οὐδένα ποιούμενοι λόγον, ἐφ' ἅπασι δὲ τοῖς δεινοῖς, ὡς ἐπὶ μεγάλαις εὐκλείαις φιλοτιμούμενοι (ἑκάστῳ γὰρ ἦν ὁ σκοπὸς πλεονεκτεῖν ἐν φαυλότητι, καὶ τὸν ἤδη προγεγονότα, καὶ τὸν ἔσεσθαι προσδοκώμενον, καὶ ἦν ἡμῖν ἐν αἰσχύναις ἡ δόξα, καθάπερ ὁ Παῦλός φησι), ἀναγκαίως ὁ πάντων δημιουργὸς, πολλοὺς θεραπείας τρόπους διερευνώμενος, πανταχόθεν ἐζήτει διασώζειν τὸ γένος τῶν ἀνθρώπων. Καὶ προφῆται μὲν κατὰ καιρὸν ἀπεδεικνύοντο, τὰ εἰς σωτηρίαν πᾶσιν εἰσηγούμενοι. Ἐπειδὴ δὲ οὐδεὶς ἦν ὁ τούτοις πειθόμενος, αὐτὸν ἐκάλουν ἐξ οὐρανοῦ τὸν πάντων βασιλέα τοῦ Θεοῦ Λόγον, πῆ μὲν λέγοντες· «Κύριε, κλῖνον τὸ οὖς σου, καὶ κατάβηθι·» πῆ δὲ βοῶντες· «Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου.» Ἐπεδήμησε τοίνυν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ὁ τῆς τοῦ Πατρὸς οὐσίας ἀκριβέστατος χαρακτὴρ, τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑποδὺς, καὶ γενόμενος ἄνθρωπος, ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, καθάπερ ἔλεγέ τις τῶν σοφῶν. Ὁρῶν δὲ τὴν ἀνθρώπου φύσιν εἰς ὁλοτελῆ δραμοῦσαν ἀπώλειαν, καὶ τῶν ἀγαθῶν οὐδὲν ἐργάζεσθαι δυναμένην, οὐ τοῖς ἔργοις ἐδίδου τῆς δικαιοσύνης τὴν χάριν, ἀλλὰ τῷ πιστεύοντι τοῦτο δωρούμενος, πάντας ἐκάλει πρὸς σωτηρίαν· εἶτα δέον, ἀπό τε τῆς τοσαύτης φιλανθρωπίας καὶ τῶν ἄλλων ἁπάντων, ἐπιγινώσκειν αὐτὸν, καὶ προσκυνεῖν τὸν δι' ἡμᾶς ἐνανθρωπήσαντα τοῦ Θεοῦ Λόγον, ἐκ τῶν ἐναντίων σταυρῷ προσηλώκασιν οἱ πάντολμοι τῶν Ἰουδαίων λαοὶ, καὶ πᾶν εἶδος ἐπενεγκόντες κακίας τε ὁμοῦ, καὶ ἀτιμίας, θανάτῳ παραδεδώκασιν. Ἐπειδὴ δὲ, καθά φησιν ἡ θεία Γραφὴ, οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου, πάλιν ἀνέστη τριήμερος, εἰρηκὼς καὶ τοῖς ἐν ᾅδου πνεύμασιν· «Ἐξέλθετε·» καὶ πάντα τοῦ διαβόλου σκυλεύσας τὸν πλοῦτον. Ἔλυσε καὶ τοῦ θανάτου τὸ κράτος, ἀῤῥαβῶνα μὲν τῆς μελλούσης ἐλπίδος θεὶς ἐν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, ἐνέχυρόν τε τῶν προσδοκωμένων ἀγαθῶν, αὐτὸς δὲ ὥσπερ ἐκ παραδείσου καρπῶν ἀπαρχὴν προσάγων ἑαυτὸν ὑπὲρ ἡμῶν τῷ Πατρὶ, ἐν ἀνθρώπου φαινόμενος σχήματι. Ἐπεδήμησε γὰρ, ἵνα καὶ τὸν ἄνθρωπον οὐρανοῦ πολίτην ἐργάσηται, καὶ τοῖς ἐκεῖσε συνάψῃ χοροῖς. Ἐφ' ἅπασι τούτοις, ἀγαπητοὶ, κἂν Ἰουδαῖοι μὴ βούλωνται, πῶς οὐκ ἀναγκαῖον ἡμᾶς μεγάλα μὲν ποιεῖσθαι τὰ εὐχαριστήρια, προσάγειν δὲ τῷ τετιμηκότι Θεῷ, καὶ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
