# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.473

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.473

Βοήσει δὲ τῶν τοιούτων οὐδέν· ἀλλ' ἐπινίκιον μέλος, καὶ τοῖς ἀκούουσι θυμηρέστατον. «Δεῦτε γὰρ, ἐρεῖ, κατὰ τὸν μακάριον Ψαλμῳδὸν, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν.» Τί δὴ οὖν ἔστιν, ἐφ' ὅτῳ περ ἄν τις εὔκαιρον ἴδοι τὸν ἀλαλαγμόν; τὸ δὲ ἀγαλλιᾶσθαι χρῆναι καὶ σεμνὸν ἀναστῆσαι τῷ Σωτῆρι τὸν θάνατον, ψηφιεῖται, καὶ αὐτὸς καίπερ εἰδόσιν ὑμῖν ἐξηγήσομαι. Νενίκηται θάνατος ὁ τὸ νικᾶσθαι παραιτούμενος· κεκαινοτόμηται φθορά· λέλυται θάνατος, πάθος ἀήττητον. ᾍδης δὲ ὁ πᾶσαν ἀπληστίαν νοσῶν, καὶ κόρον ἐπὶ τοῖς τεθνεῶσιν οὐδένα δεξάμενος, ἐδιδάχθη καὶ ἄκων, ὃ μὴ μαθεῖν νῷ [ἴσ. τῷ, ἢ, τὸ] πρότερον ἠνέσχετο. Οὐ γὰρ ὅπως τῶν ἔτι πιπτόντων ἔσται κάτοχος φιλονεικεῖ, ἀλλ' ἤδη καὶ τοὺς ἁλόντας ἀπήμεσε, τῇ τοῦ Σωτῆρος ἡμῶν ἰσχύϊ καλὴν ὑπομείνας τὴν ἐρημίαν· Ἐπεδήμησε γὰρ λέγων «τοῖς ἐν δεσμοῖς, Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε·» καὶ κηρύξας τοῖς ἐν ᾅδῃ πνεύμασιν, ἀπειθήσασί ποτε, ἀναβέβηκε νικηφόρος· ἀπαρχὴν ὥσπερ τινὰ τῆς ἐλπίδος ἡμῶν τὸν οἰκεῖον ἀναστήσας ναὸν, καὶ ὁδοποιήσας μὲν τῇ φύσει τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἕτερα δὲ πρὸς τούτοις ἡμᾶς ἐργασάμενος ἀγαθά. βʹ. Ἐν τούτοις ἡμῖν, ἀγαπητοὶ, τὰ λαμπρὰ τῆς ἑορτῆς συνθήματα· ἐπὶ τούτοις οἶμαι δεῖν ἀνασκιρτῶντας εἰπεῖν· «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με.» Τοῖς μὲν οὖν ἄλλοις ἅπασι, παρ' οἱσδηποτοῦν, ὁ τῶν πανηγύρεων τιμᾶται νόμος, εὐειμονεῖν μὲν ὡς ἔνι, καὶ λίαν ἐσπούδασται, τὸ δὲ μὴ πᾶν, ὅπερ ἂν ὑπάρχῃ παρ' ἑκάστῳ τίμιον, τοῦτο δὴ καὶ ἠμφιεσμένον ὁρᾶσθαι, ῥᾳθυμίας ἤτοι φαυλότητος τῆς ἐσχάτης εἶναι δοκεῖ. Τοιγάρτοι καὶ πανδήμους, ὅτε δὴ πόλεις ἄγουσιν ἑορτὰς, λαμπροῖς μὲν ἄν τις ἴδοι τοὺς ἐν αὐταῖς κατηγλαϊσμένους ἄνθεσιν, ἐπὶ λαμπροτέραν δὲ προθύμως ἰόντας τράπεζαν, καὶ ταῖς περὶ γαστέρα ζημίαις ἐντρυφῶντας μᾶλλον ἤπερ ἀλγυνομένους. Ἡμῖν δὲ, οὐ διὰ τούτων τὰ τῆς πανηγύρεως ἔρχεται, οὐδὲ τοῖς δημοτελέσιν ἀποκεχρῆσθαι νόμοις, φίλιόν τε καὶ περισπούδαστον. Ἀλλ' ἄμφιον μὲν τὸ πάντων καθαρώτατον, ὁ Χριστός· «Ἐνδύσασθε γὰρ τὸν Κύριον Ἰησοῦν Χριστὸν,» ὁ Παῦλός φησι. Καὶ τράπεζα δὲ οὐ πολυτελείαις ὄψων καταβαρουμένη, καὶ ἄσωτον ὠδίνουσα τὴν φιλοτιμίαν, ἀλλ' ἐκείνη μᾶλλον προσφιλὴς, πρὸς ἣν ἡμᾶς ἡ σοφία βοῶσα καλεῖ· «Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν.» Τὸ μὲν γὰρ τοῖς κατὰ γῆν αἰδέσμασι τὴν γαστέρα πληροῦν, καὶ τοῦτο μὴ ταῖς τῆς φύσεως ἀνάγκαις εἴκοντας, μηδὲ ταῖς ἀπαραιτήτοις τοῦ σώματος χρείαις ἡττωμένους, τοσοῦτον ὅσον ἔχει καλῶς, εἰς ἡδονὴν δὲ μᾶλλον ἐκκεχυμένους καὶ βλέποντας, οὐδὲν ἕτερόν ἐστι ζηλοῦν, ἢ τῶν ἀλόγων θηρίων τὴν

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
