Ancient Greek
Volume 77
Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.477
Not analysed yet
κἂν ἐκεῖνοι μὴ βούλοιντο. Διὸ δὴ καὶ δικαίως φησί που περὶ αὐτῶν ὁ προφήτης· «Οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί.» Εἶτα πῶς οὐκ ἀληθὲς παντί τῳ φανεῖται τὸ ὑπὲρ αὐτῶν εἰρημένον; Πῶς δὲ οὐκ ἀσύνετοι καὶ παράφρονες, οἳ, παρὸν μὲν αὐτοῖς ἐκ προφητικῶν ἀναγνωσμάτων τὸ τῆς εὐσεβείας ἐκπαιδευθῆναι μυστήριον, ἐξὸν δὲ ὁμοίως διὰ τῶν Μωσαϊκῶν συγγραμμάτων περὶ αὐτοῦ σοφίζεσθαι διαρκῶς, τοσοῦτον τῆς ἑαυτῶν σωτηρίας κατεῤῥᾳθυμηκότες ἁλίσκονται, ὡς μηδὲ ταῖς τῶν ἐθνῶν εἰς τοῦτο παρισοῦσθαι σπουδαῖς; Καὶ γοῦν φησί που τοιοῦτόν τι πρὸς αὐτοὺς ὁ Θεός· «Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, καὶ εἶπα· Ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος, καὶ εἶπον· Οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ἄκουε, γῆ, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακὰ, τὸν καρπὸν ἀπὸ τροφῆς αὐτῶν, ὅτι τὸν νόμον μου οὐ προσέσχον, καὶ τὸν λόγον μου ἀπώσαντο.» Ἀπώσαντο γὰρ ὄντως τὸν τοῦ Θεοῦ λόγον, οὔτε ὅτι προσήκει τοῖς τῶν ἁγίων ἀποστόλων κηρύγμασι κατακολουθεῖν ἐγνωκότες, οὔτε μὴν τοῖς παλαιοτέροις βιβλίοις προσέχειν τὸν νοῦν οἰόμενοι δεῖν. Χρῆν γὰρ δήπουθεν, εἴπερ ἦν ὄντως αὐτοῖς τὸ ὠφελεῖσθαι περισπούδαστον, μὴ τῷ τῆς νομομαθείας ὀνόματι πρὸς ἀλαζονείαν ἀναφυσώμενον, ἐπιτρέπειν ἐξαπατᾶσθαι τὸν νοῦν· αἰδοῖ τε τοῦ μὴ δοκεῖν τῆς ἀκριβείας ἀπολιμπάνεσθαι, τὴν ἐπ' αὐτῇ καρποῦσθαι ζημίαν, ἐξετάζειν δὲ μᾶλλον τὰ περὶ τοῦ Σωτῆρος διὰ τῶν ἁγίων λαλούμενα, ἢ καὶ ἄλλων ὡς ἐν σχήματι καὶ τύποις ἀναπλαττόμενα. Πολλὰς γὰρ ἄν τις ἴδοι πραγμάτων εἰκόνας, ἐν τοῖς λογίοις τοῦ Πνεύματος, ἐναργεστάτην ἐχούσας τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας τὴν γραφήν. Ἀλλ' ἤδη μοι κατὰ νοῦν ποικίλοι μὲν θεωρημάτων ἀνίσχουσι τρόποι, ἀνακινουμένῳ δὲ εἰς μνήμην τῆς ἁγίας Γραφῆς μυρίος μὲν νοημάτων ἐσμὸς εἰσοικίζεται. Χρῆναι δὲ ὅμως ἡγοῦμαι τοῦ λόγου τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτέρων ποιεῖσθαι πραγμάτων. Καὶ δι' ὧν ἡμῖν ἔσονται πρὸς τὸ πιστεύειν ἑτοιμότεροι, διὰ τούτων ἤδη χωρεῖν. Οὐκοῦν ἐξετάζωμεν, εἰ δοκεῖ, τήν τε δίαιταν αὐτὴν, ὅπως τε καὶ ἐν τίσιν ὑπῆρχεν ὁ μακάριος Ἀβραάμ· ἐρευνάσθω δέ μοι πρὸς τούτοις καὶ ἡ τριπόθητος τοῦ Ἰσαὰκ γένεσίς τε καὶ σπορά. Ὄψει γὰρ ἐν τούτοις, Ἰουδαῖε, καὶ εἰς αὐτὴν, ἵν' οὕτως εἴπω, τοῦ γένους τὴν ῥίζαν, τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν καθάπερ διὰ χαλκοῦ καλῶς τε καὶ ἐντέχνως ἀναπεπλασμένον μυστήριον. Ὑπὲρ δὲ τοῦ μὴ δοκεῖν παρακρούεσθαι πιθανῶς, λέγειν ἔχοντα τῶν ἐξ ἀληθείας οὐδὲν, αὐτήν σοι παραθήσω τὴν διὰ Μωσέως ἐξήγησιν, καὶ τὴν ἱστορίαν ἀναπτύξω σαφῶς· νοήσεις γὰρ οὕτω παρ' ἡμῶν προχειρότερον.