# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.480

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.480

γʹ. Οὐκοῦν συνέζευκτο μὲν κατὰ νόμον τῷ τοῦ γένους προπάτορι Σάῤῥα. Ἦν αὐτῷ καὶ παιδίσκη, φημὶ δὲ τὴν Αἰγυπτίαν, Ἄγαρ ὄνομα αὐτῇ. Ἀλλ' ἡ μὲν ἐλευθέρα ἐξ ἐλευθέρων, τόκου καὶ ὠδίνων ἀπείρατος ἦν· καρπὸν δὲ οὐδένα τῆς οἰκείας ὁρῶσα γαστρὸς, εἶτα πρὸς φιλοπαιδίαν τῷ δριμυτάτῳ τῆς φύσεως πόθῳ ἐξελκομένη, βαρεῖα μὲν σφόδρα τῇ δυσθυμίᾳ κατεφορτίζετο. Τὸ δὲ δὴ μάλιστα καὶ συναλγεῖν ἀναπεῖθον, ἐκεῖνο ὑπῆρχεν. Ἦν μὲν γὰρ εἰς ἐτῶν ἀριθμὸν Ἀβραὰμ ἀναβεβηκὼς ὀγδοήκοντα· ἐν ᾧπερ ἦν εἰκὸς ἀπεψύχθαι λοιπὸν ἐν αὐτῷ καὶ τὸ θερμὸν τῆς φύσεως πρὸς παιδοποιΐας κίνημα. Αὐτὴ δὲ ἡ τέκνων ἐρημίαν ὀδυρομένη, καὶ ἐπὶ τῇ τῆς γαστρὸς ἀκαρπίᾳ πολὺ λίαν ἀνοιμώζουσα, εἰς αὐτὸ βεβήκει τὸ τῆς ἡλικίας ἀκρότατον. Σοφιζομένη τοιγαροῦν τῆς φιλοπαιδίας τοὺς πόθους, καὶ τὸ ἐπ' αὐτῆς τῆς φύσεως ἀπαμβλύνουσαν κέντρον, παρεκάλει τὸν ὁμόζυγα, τοῖς τῆς παιδίσκης ὁμιλήσαντα γάμοις, ἐπειδὴ γνησίων οὐκ ἠξίωτο τέκνων, κἂν γοῦν νόθου ὁρᾶσθαι πατέρα. Ἔχει δὲ οὕτω τὰ τῆς θείας Γραφῆς· «Σάῤῥα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ, ἦν δὲ αὐτῷ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. Εἶπε δὲ Σάῤῥα πρὸς Ἀβραάμ· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην σου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς.» Καὶ μή τις οἰέσθω πρὸς φιληδονίαν ὀτρύνεσθαι παραλόγως, ἢ καὶ ἄλλως εἰς ἀκρασίαν παραθήγεσθαι, διὰ τῶν τῆς Σάῤῥας τὸν πατριάρχην ῥημάτων. Οὐχ οὗτος ἦν ἐκείνῃ σκοπὸς, πολλοῦ γε καὶ δεῖ. Ἀλλὰ τὸ οἰκεῖον, ὡς ἔφην, καταιτιωμένη, πρὸς τὸ δύνασθαι τίκτειν ἀνεπιτήδειον, χαλεπὸν ἡγεῖτο καὶ βαρὺ, εἰ μὴ τῇ τοσαύτῃ τοῦ δικαίου κεφαλῇ κἂν γοῦν ἐξ ἑτέρας γένοιτο σπέρμα. Τοιαύτη μὲν οὖν ἡ Σάῤῥα περὶ τὸν ὁμόζυγα· καὶ δὴ καὶ εἰς πέρας ἤγετο τῷ πατριάρχῃ τὸ βούλευμα· καὶ παῖς αὐτῷ νόθος ἐκ τῆς Αἰγυπτίας ὁ Ἰσμαὴλ ἀπετίκτετο. Ἐφ' ᾧ τῆς ἐλευθέρας ἐπλανῶντο μὲν οἱ πόθοι. Χαίρειν γὰρ ᾤετο δεινῶς, ἐπ' ὠδῖνι γνησίᾳ, δριμυτέραν δὲ ὅμως τὴν ἐπὶ τῷ μὴ δύνασθαι τεκεῖν ἐκπίνουσα λύπην, μεθύουσα λοιπὸν τῷ πάθει κατάφορος ἦν. Ὁ δὲ πάσης ἐλπίδος ἀγαθῆς χορηγὸς καὶ πάντων ἔχων τὴν ἐξουσίαν Θεὸς, ἐλεεῖ μὲν αὐτὴν, τῷ συμβεβηκότι λίαν περιστυγνάζουσαν· τὴν δὲ ἄγονον πάλαι καὶ ἀπειρότοκον, καὶ τῷ μήκει τοῦ χρόνου τὸ δύνασθαι τίκτειν παρῃρημένην, εὐώδινά τε εὐθὺς, καὶ πρὸς τέκνου γένεσιν ἐπιτηδείαν ἀπέδειξε. Λέγει δὲ πρὸς Ἀβραάμ· «Σάρα ἡ γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτό. Καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ ἐγέλασε, καὶ εἶπε τῇ διανοίᾳ λέγων· Εἰ τῷ ἑκατονταέτει ἔσται υἱὸς, καὶ ἡ Σάῤῥα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς πρὸς Ἀβραάμ· Ναὶ, ἰδοὺ Σάῤῥα ἡ γυνή σου τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
