# Epistulae paschales sive Homiliae paschales (epist. 1-30) 77.481

Cyrillus, Epistulae paschales sive Homiliae paschales (epist. 1-30), Volume 77. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/epistulae-paschales-sive-homiliae-paschales-epist-1-30/77.481

Ἰσαάκ. Καὶ θήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτόν.» Αὕτη μὲν οὖν ἡ πρὸς Ἀβραὰμ ὑπόσχεσις, ἀληθής. Ἐπειδὴ δὲ εἰς πέρας ἤχθη τὸ διηγγελμένον καὶ ἡ στεῖρα τὸ τίκτειν ἐμάνθανεν, ἤδη δὲ ἦν ἐν ὀφθαλμοῖς τὸ παιδάριον, καὶ τῶν πατρῴων οἴκων ὁ κληρονόμος ἐφαίνετο, ὡς περιττὴ λοιπὸν ἡ παιδίσκη τῆς δεσποτικῆς ἑστίας ἀπηλαύνετο, νόθον ἐξ Ἀβραὰμ ἔχουσα τὸν Ἰσμαήλ. Φεύγουσαν δὲ αὐτὴν, καὶ ὡς ποῤῥωτάτω τῆς οἰκείας ἤδη γεγενημένην, ἄγγελος ἐξ οὐρανοῦ προσεφώνει, λέγων· «Ἄγαρ, παιδίσκη Σάῤῥας, ποῦ πορεύῃ; Ἡ δὲ πρὸς ταῦτά φησι· Ἀπὸ προσώπου Σάῤῥας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Εἶτα πάλιν ὁ ἄγγελος πρὸς αὐτήν· Ὑποστράφηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.» Ἡ μὲν οὖν ἱστορία μακροτέρων ἐδεῖτο διηγημάτων, ὅμως δ' οὖν ἐν τούτοις ἡμῖν συμπεπέρασται. Λείπει δὲ λοιπὸν ἐντεῦθεν ἡμᾶς τὴν εἰκόνα τοῦ Σωτῆρος ἡμῶν ἐπιδεικνύειν. Αὐτοῦ γὰρ δὴ τούτου χάριν καὶ ὁ πλατὺς οὑτοσὶ πρὸς ἡμᾶς διϊππεύθη λόγος. Ὁ μὲν οὖν θεσπέσιος Παῦλος ἐν ὀλίγοις τὰ τῆς ἱστορίας συντεμὼν, καὶ μακρῶν διηγημάτων κατάλογον εἰς ἓν συναγείρας θεώρημα, τὸ τοῦ πράγματος ἀκαλλὲς πρὸς χαριεστάτην πραγμάτων μετεποίησεν εἰκόνα. Ἐπιστέλλει γὰρ οὕτω τισί· «Τὸν νόμον οὐ καταγινώσκετε. Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας ἐξ ἐπαγγελίας. Αἵτινες ἔτι ἀλληγορούμεναι. Αὗται γάρ εἰσι δύο Διαθῆκαι. Μία μὲν ἀπὸ ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· τὸ δὲ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ· δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. Ἡ δὲ ἄνω Ἱερουσαλὴμ, ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν.» Ἐγὼ δὲ, ἀγαπητοὶ, καίτοι σφόδρα θαυμάζειν ἔχων, καὶ μάλα εἰκότως, τῆς ἀλληγορίας τὴν δύναμιν, χρῆναι δεῖν ὑπολαμβάνω, πλατείας οὔσης τῆς θείας Γραφῆς, καὶ ἑτέρας τοῖς ὀρθῶς εἰρημένοις προσευρίσκειν ἐννοίας· οὐχ ὡς ἔχων τι κάλλιον εἰπεῖν (μὴ γὰρ εἰς τοῦτο μανίας γένοιτο πεσεῖν, ὡς οἴεσθαί τι μεῖζον ἢ ἄμεινον δύνασθαι νοεῖν, ὧν ὁ τῆς ἀληθείας κῆρυξ ἐπεσημήνατο), ἐπειδὴ δὲ τὸ γυμνάζεσθαι κωλύον οὐδὲν, φέρε δὴ καὶ φυσικωτέρας τοῖς θεωρήμασιν ἐπεισκυλοῦντες ἐννοίας, καὶ ὥσπερ τισὶ πολυειδέσι χρώμασι τὴν εἰκόνα καταποικίλλοντες, διὰ τῶν αὐτῶν χαρακτήρων ἐπὶ τὸ ἴσον σχῆμα τῆς ἀλληγορίας ἐξηλλαγμένως ἐρχώμεθα. δʹ. Δέχου μοι τοίνυν τὸν Ἀβραὰμ, εἰς τὸν ἀρχαῖον αἰῶνα καὶ, ἵν' οὕτως εἴπω, τὸν γέροντα χρόνον, τὴν τῆς ἀνθρωπότητος φύσιν· διὰ μὲν τοῦ θήλεος

---

Cyrillus Theol., Epistulae paschales sive Homiliae paschales (epist. 1-30). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg032.local001/.
